9. Ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ σάρκες ὑποχωρήσωσι,
10. θανάσιμον.
12. Ἐν ταῖς δυσεντερίαις ἔτι μὲν συνισταμέναις ἐκκρίνεταί
13. τινα πιμελώδη σώματα. τούτοις δ’ ἐφεξῆς ὅταν μὴ φθάσῃ
14. παυσαμένη, ξύσματά τινα τῶν ἐντέρων αὐτῶν, ἀποῤῥιπτομένης
15. τῆς ἔνδοθεν ἐπιφανείας αὐτῶν ὑμενώδους οὔσης καὶ πυκνῆς
16. ἀνάλογον τῇ κατὰ τὸ δέρμα τοὐκτὸς ἐπιδερμίδι. μετὰ δὲ
17. ταῦτα αὐτῆς τι οὐσίας τῶν ἐντέρων ἀποξύεται, καθ’ ὃν
1. ἤδη χρόνον οὐκέτι γίνεσθαι τὴν δυσεντερίαν, ἀλλ’ ἤδη γεγονέναι
2. καὶ κατεσκευάσθαι φαμέν. ὅταν οὖν οὕτω μεγάλα
3. μέρη τῶν ἐντέρων ἐκκρίνηται κατὰ τὴν δυσεντερίαν ὡς δύνασθαι
4. σάρκας ὀνομάζεσθαι αὐτὰ, θανάσιμον εἶναί φησι
5. τὸ νόσημα, μήτε σαρκωθῆναι τῆς τηλικαύτης ἑλκώσεως μήτε
6. ἐπουλωθῆναι δυναμένης.