9. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν αἱμοῤῥαγέει πλῆθος ὁκοθενοῦν
10. ἐν τῇσιν ἀναλήψεσι, τουτέοισιν κοιλίαι
11. καθυγραίνονται.
13. Τῆς ἐμφύτου θερμασίας ἀῤῥώστου γιγνομένης διὰ τὴν
14. αἱμοῤῥαγίαν οὔτε πέττεσθαι καλῶς τὰ σιτία οὔθ’ αἱματοῦσθαι,
15. πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ἀναδίδοσθαι δύναται, καὶ
16. διὰ ταῦτα πάντα τὰς κοιλίας ὑγροτέρας γίνεσθαι τοῖς τοιούτοις
17. εἰκός ἐστι, μέχρι περ ἂν ἐν χρόνῳ πλείονι τὴν ἑαυτῆς
18. ἰσχὺν ἡ φύσις ἀνακτήσηται.