2. Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος
3. γινομένης παύεται καὶ ὁκόσοισι κώφωσις, χολωδέων
4. γινομένων παύεται.
6. Οὐ περὶ τῆς ἐν ἕξει δυσλύτου κωφώσεως ὁ λόγος αὐτῷ
7. νῦν ἐστιν, ἀλλὰ περὶ τῆς ἐξαίφνης πυρετοῖς ἢ ἄλλως γινομένης,
8. ἀναδραμούσης ἐπὶ τὴν κεφαλὴν τῆς χολῆς. αὕτη
9. γὰρ, ὅταν μὲν καταλάβῃ τοὺς ἀκουστικοὺς πόρους τὴν κώφωσιν
10. ἐργάζεται. ὅταν δ’ ἐντεῦθεν ἀπωσαμένης αὐτὴν τῆς
11. φύσεως ἐπὶ τὴν διαχώρησιν ἀφίκηται, λύει τὴν κώφωσιν.