14. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνεται
15. δύσκριτα.
17. Ὅσα τοῖς πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι ἐπιγίνεται
18. ῥίγη, κρίνειν εἴωθεν ἀγαθὴν μὲν καὶ τελέαν κρίσιν,
1. ὅταν ἐν ἡμέρᾳ κρισίμῳ γίνηται καὶ μετὰ τῶν τῆς πέψεως
2. σημείων, οὐκ ἀγαθὴν δὲ οὐδὲ τελέαν, ὅταν ἤτοι τὰ τῆς
3. ἡμέρας ἢ τὰ τῆς πέψεως σημεῖα ἐλλιπῶς ἔχῃ. ὅτι μὲν οὖν
4. πεπέφθαι χρὴ τὰ μέλλοντα κρίνεσθαι καλῶς ἐν τῷ πρώτῳ
5. τῶν ἐπιδημιῶν ἐδίδαξε, διὰ τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης
6. ῥήσεως, ἧς ἡ ἀρχὴ πεπασμοὶ, ταχύτητα κρίσεως, ἀσφάλειαν
7. ὑγιεινὴν σημαίνουσιν. ὅτι δ’ οὐδ’ ἐν ἁπάσαις ταῖς
8. ἡμέραις, ἔν τε τῷ προγνωστικῷ διῆλθον καὶ κατὰ τουτὶ τὸ
9. βιβλίον τῶν ἀφορισμῶν, ἔτι δὲ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν.
10. ἠθροίσθη δ’ ὑφ’ ἡμῶν ἅπαντα ταῦτα μετὰ τῆς προσηκούσης
11. ἐξηγήσεως. ὅσα μὲν εἴρηται περὶ τῶν κρισίμων ἡμερῶν, κατὰ
12. τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν, ὅσα δὲ περὶ τῶν τῆς
13. πέψεως σημείων, ἐν τῇ περὶ τῶν κρίσεων. εἴρηται δ’ ἐν αὐταῖς
14. καὶ περὶ τῆς κατὰ τὴν ἕκτην ἡμέραν κρίσεως, ἧς καὶ νῦν
15. μνημονεύων ἔφη, τὰ κατ’ αὐτὴν ῥίγη δύσκριτα γίνεσθαι,
16. τουτέστιν ἤτοι κακὴν ἐπιφέροντα κρίσιν, ὡσεὶ καὶ
17. κακόκριτα ἐλέλεκτο, ἢ οὐ βεβαίαν. ἀλλ’ ὥστε ῥᾳδίως ὑποτροπιάζειν
18. ἢ εἰς μακρὸν ἐμπίπτοντα χρόνον, ὡσεὶ καὶ δύσλυτα
1. ἐλέλεκτο, καὶ μετὰ συμπτωμάτων δ’ ἔστιν ὅτε χαλεπῶν,
2. εἰ ἑκταία γίνεται ἡ κρίσις, ὑπὲρ ὧν ἁπάντων γέγραπταί
3. μοι τελέως ἐν ταῖς προειρημέναις πραγματείαις. ταῦτα
4. μὲν οὖν οὕτως γίγνεσθαι καὶ πρὸς τῆς ἐμπειρίας μεμαρτύρηται.
5. τὰς δ’ αἰτίας αὐτῶν μακρὸν ἂν εἴη νῦν διεξέρχεσθαι.
6. περὶ μὲν γὰρ τῶν κρινουσῶν ἡμερῶν ἐν τῷ τρίτῳ
7. τῶν περὶ κρίσεων εἴρηται, περὶ δὲ τοῦ ῥίγους ἰδίᾳ κατ’ αὐτό.