Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.30, ed. Kühn, 1827, vol. 17b, p. 695-697. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.30


10. Ὁκόσοισι παροξυσμοὶ γίνονται ἣν ἂν ὥρην ἀφῇ ὁ πυρετὸς,
11. εἰς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.

13. Ὑποθώμεθά τινα κατὰ τὴν πρώτην ἡμέραν ἀρξάμενον
14. ὥραν τὴν τρίτην, πεπαῦσθαι δὲ καθ’ ἡντιναοῦν ὥραν ἑτέραν,
15. εἶθ’ ὑπῆρχθαι πάλιν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν κατὰ
16. τὴν ὥραν τὴν τρίτην, εἶτα παυσάμενον αὖθις, ὅτε δή ποτε
17. τῇ τρίτῃ τῶν ἡμερῶν πάλιν ἄρξασθαι κατὰ τὴν τρίτην
18. ὥραν, εἶτ’ αὖθις ὡς ἔτυχε παυσάμενον ἄρξασθαι τῇ τετάρτῃ
1. τῶν ἡμερῶν κατὰ τὴν τρίτην ὥραν καὶ οὕτως ἀεὶ
2. κατὰ τὸ ἑξῆς φυλάττεσθαι μὲν αὐτῷ τὴν τρίτην ὥραν, ἐν
3. ᾗ τὴν ἀρχὴν ὁ παροξυσμὸς λαμβάνει, μὴ φυλάττεσθαι δὲ
4. τὰς ἄλλας, ἐν αἷς παύεται. τὸν οὖν οὕτω νοσοῦντα μακρότερον
5. ἀνάγκη νοσῆσαι χρόνῳ τῶν ἄτακτον ἐχόντων τὴν
6. ὥραν τῆς ἀρχῆς τοῦ παροξυσμοῦ. τοῦτο μὲν οὖν ἡμεῖς
7. ὑπὸ τῆς πείρας μαρτυρούμενον εἰρῆσθαί φαμεν. εἰσὶ δ’
8. οἳ τοιοῦτό τί φασιν εἶναι τὸ λεγόμενον. εἰ τῇ πρώτῃ τῶν
9. ἡμερῶν παροξυνθεὶς ὁ κάμνων ὥρᾳ, φέρε εἰπεῖν, τρίτῃ παυσάμενός
10. τε δωδεκάτην ὥραν, εἰ τύχοι, πάλιν ἄρξαιτο τῇ
11. δευτέρᾳ τῶν ἡμερῶν, κατὰ τὴν δωδεκάτην ὥραν δύσκριτον
12. ἔσεσθαί φασιν αὐτῷ τὸ νόσημα, μήτε λογισμόν τινα προστιθέντες,
13. ἀλλὰ μηδ’ ἀπὸ τῆς πείρας μαρτυρούμενον ὑποδεῖξαι
14. δυνάμενοι τὸν ἑαυτῶν λόγον. οὐ μὴν οὐδὲ τὸ δύσκριτον,
15. οἷόν τ’ ἐστὶν ἐπινοῆσαι κατ’ ἄλλο τι σημαινόμενον
16. εἰρῆσθαι παρὰ τὸ δύσλυτον, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον,
17. ἐάν τε καθ’ ἑκάστην ἡμέραν ἐάν τε διὰ τετάρτης ὁ
18. κάμνων παροξύνηται κατὰ τὴν αὐτὴν ὥραν, δύσλυτον ἔσται 
1. τοῦτο νόσημα, κἂν πολλαῖς κἂν ὀλίγαις ὁ παροξυσμὸς ὥραις
2. γένηται. τοῦτο μὲν οὖν, ὡς ἔφην, ὑπὸ τῆς ἐμπειρίας μαρτυρεῖται.
3. τὴν δ’ αἰτίαν αὐτοῦ νομιστέον εἶναι τοιαύτην,
4. ὅταν μὲν ἀστήρικτον ᾖ τὸ τῶν παροξυσμῶν αἴτιον, οὐ
5. φυλάττει τὴν αὐτὴν περίοδόν τε καὶ προθεσμίαν, ὅταν δ’
6. ἐστηριγμένον, φυλάττει καὶ διὰ τοῦτο δύσλυτον μέν ἐστι τὸ
7. ἐστηριγμένον, εὔλυτον δὲ τὸ μὴ τοιοῦτον. μοχλείας γὰρ, ὡς
8. ἂν εἴποι τις, ἰσχυρᾶς δεῖ τοῖς ἐστηριγμένοις, ἥτις ἐν χρόνῳ
9. πλείονι καὶ διὰ βοηθημάτων ἰσχυροτέρων τε καὶ πλειόνων
10. γίγνεται.

Cliquer un n° de page pour en afficher l’image