10. Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων,
11. ἤν τι πονήσῃ, ἐνταῦθα αἱ ἀποστάσιες γίνονται.
13. Εἴπερ ὁ πόνος τήν τε σφοδρὰν κίνησιν σημαίνει καὶ
14. τὴν ὀδύνην καὶ τὴν βλάβην, ὡς ἔμπροσθεν ἐδείχθη, πρόδηλον
15. δήπου ὅτι καὶ πονεῖν τὸ ἐν πλείονι κινήσει γενέσθαι
16. δηλώσει καὶ τὸ σχεῖν τινὰ ὀδύνην ἢ βλάβην. ἀτὰρ οὖν καὶ
1. φαίνεταί τισι τῶν ἀνακομιζομένων ἐκ νόσου, μὴ πάνυ καλῶς
2. κεκαθαρμένων τῶν ἐργασαμένων τὴν νόσον χυμῶν,
3. ἀλλά τινα περιττὰ καταλελοιπότων, ὅταν ἤτοι κάμνωσιν ἢ
4. ὀδυνηθῶσί τι μόριον, ἐκεῖσε κατασκήπτειν ἀποστήματα, τοῦ
5. μὲν καμάτου λόγον αἰτίας ἔχοντος, τῆς δ’ ὀδύνης σημείου.
6. κατὰ μὲν γὰρ τὰς σφοδροτέρας κινήσεις ἥ τε δύναμις ἀῤῥωστοτέρα
7. γίνεται καὶ θερμασία πλείων ἀνάπτεται. τὸ δ’
8. ὀδυνᾶσθαι τοῦ ῥεύματος ἤδη κατασκήπτοντος ἀποτελεῖται.
9. τοῦτο μὲν οὖν, ὡς ἔφην, γιγνομένης ἀποστάσεώς ἐστι σημεῖον.
10. ἡ ἀῤῥωστία δὲ καὶ ἡ θερμασία ποδηγεῖ τοὺς περιττοὺς ἐπὶ
11. τὸ πεπονθός. ἑκατέρως μὲν οὖν ὡς ἐπιδέδεικται δυνατὸν
12. ἀκούειν τοῦ πονῆσαι. τῷ μέντοι λόγῳ παντὶ τῷ νῦν ὑφ’
13. Ἱπποκράτους περαινομένῳ τὸ ἕτερον τῶν σημαινομένων
14. οἰκειότερόν ἐστιν, εἴ γε δὴ προειρήκει μὲν ὑπὲρ τῶν κοπωδῶν
15. πυρετῶν. ἐφεξῆς δὲ πάλιν, φησὶν, ἀτὰρ καὶ ἢν
16. προπεπονηκός τι ᾖ. φαίνεται γὰρ ὁ μὲν πρῶτος ἀφορισμὸς
17. οὗ ἡ ἀρχὴ, ἐν τοῖσι κοπώδεσι, περὶ τῶν ἐν ταῖς νόσοις
1. κόπων διαλεγόμενος, ὁ δὲ νῦν προκείμενος ὑπὲρ τῶν
2. ἐν ταῖς ἀναλήψεσιν, ὁ δ’ ἑξῆς ὑπὲρ τῶν προηγησαμένων
3. τῆς νόσου.