6. Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσεῖν,
7. ἐνταῦθα στηρίζει ἡ νοῦσος.
9. Εἴτε συνάπτειν τις ἐθέλει τοῖς προειρημένοις δύο λόγοις
10. καὶ τοῦτον νῦν εἰρημένον εἰς ἑνὸς ἀφορισμοῦ συμπλήρωσιν
11. εἴθ’ ἕκαστον ἰδίᾳ περιγράφειν οὐ διοίσει. δέδεικται
12. γὰρ ἥ τε κοινότης αὐτῶν καὶ ἡ καθ’ ἕκαστον ἰδιότης ἐν
13. τῷ προειρημένῳ λόγῳ. ῥηθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων.
14. ὅταν ἐν νοσήματι κοπώδης αἴσθησις ᾖ τῷ κάμνοντι,
15. προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν εἰς ἄρθρα
16. καὶ μάλιστα περὶ τὰς γνάθους. ὁμοίως δὲ καὶ ἐὰν ἀνακομιζόμενος
17. ἐκ νόσου κάμῃ τινὶ μορίῳ τοῦ σώματος ἢ πρὶν
1. τοῦ νοσεῖν. εἴωθε γὰρ κατὰ πολὺ κατασκήπτειν εἰς τὰ
2. τοιαῦτα, κατ’ ἐκείνας δηλονότι τῶν νόσων, ἐφ’ ὦν ἐλπίς
3. ἐστιν ἀπόστασιν γενέσθαι καὶ μὴ προκριθῆναι τὸ νόσημα
4. δι’ ἐκκρίσεως. εἴρηται μὲν οὖν τινα κἀν τοῖς πρόσθεν
5. ὑπὲρ τῆς τῶν τοιούτων νοσημάτων διαγνώσεως. ὁ δὲ σύμπας
6. λόγος ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι διήρηται.