Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.34, ed. Kühn, 1827, vol. 17b, p. 702-707. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.34


9. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι
10. πνὶξ ἐξαίφνης ἐπιγίγνηται, θανάσιμον.

12. Ἔνεστι μὲν καὶ ἁπλῶς ἀκοῦσαι τῆς ἀρχῆς τοῦ ἀφορισμοῦ,
13. καθ’ ἥν φησιν, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, ὡς εἰ καὶ
14. οὕτως ἔτυχεν εἰπὼν, ἢν πυρέσσοντι ἀνθρώπῳ οἰδήματος μὴ
15. ἐόντος ἔνεστι δὲ καὶ σὺν ἐνδείξει τινὶ πλείονι, καθάπερ
16. εἴωθε καὶ ἐν τοῖς τῶν ἐπιδημιῶν γράφειν, οὐ τὸν
17. ἁπλῶς ὁπωσοῦν πυρέττοντα δηλῶν, ὅταν εἴπῃ πυρετὸς εἶχεν
18. αὐτὸν, ἀλλ’ ὅτῳ μέγας ἐστὶν ὁ πυρετὸς, οὕτως ἑρμηνεύων.
1. ἐγχωρεῖ μὲν οὖν καὶ χωρὶς μεγάλου πυρετοῦ πνίξεως ἐξαίφνης
2. ἐπιγενομένης ἀπολέσθαι τὸν ἄνθρωπον. ἀφυκτότερος
3. δὲ καὶ θάττων ὁ θάνατος, ὡς μηδ’ ἐκ παραδόξου ποτὲ
4. σωθῆναι, σφοδροῦ κατέχοντος τὸν κάμνοντα πυρετοῦ. δεῖται
5. γὰρ ὁ τοιοῦτος πυρετὸς, ὡς ἐν τοῖς περὶ δυσπνοίας
6. δέδεικται λόγοις, εἰσπνοῆς δαψιλοῦς. γίνεται δ’ οὐχ ὅπως
7. δαψιλὴς, ἀλλὰ καὶ παντάπασιν ὀλίγη τοῖς πνιγομένοις. οὐ
8. γὰρ δὴ οὐδ’ ἄλλο τί ἐστιν ἡ πνὶξ παρὰ τὴν γινομένην ἀπώλειαν
9. ἐξαιφνίδιον ἐξ ἐνδείας ἀναπνοῆς, διὰ στενοχωρίαν
10. τῶν ἀναπνευστικῶν τινος ὀργάνων ἀποτελουμένης· ἡ γὰρ
11. τοιαύτη στενοχωρία οὐκ αὐτῶν χωρὶς τῶν τῆς ἀναπνοῆς
12. ἐστι, γιγνομένης καὶ ταύτης ἤτοι διὰ τὴν ἀῤῥωστίαν τῆς
13. κινούσης τὸν θώρακα δυνάμεως ἢ διὰ ψύξιν ἰσχυρὰν τῆς
14. ζωτικῆς ἀρχῆς. ἀλλ’ ἥ γε πνὶξ ἐπὶ στενοχωρίᾳ μὲν γίγνεται
15. πάντως, ἡ στενοχωρία δὲ ἤτοι πεπληρωμένης τῆς μεταξὺ
16. τοῦ θώρακός τε τῆς πνεύμονος χώρας ἢ τῶν σηράγγων
17. τοῦ πνεύμονος ἤ τινος φλεγμονῆς περὶ τὸ σπλάγχνον
18. ὅλον οὔσης ἢ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἢ τὴν οἶον κεφαλὴν
1. αὐτὴν, ἣν ὀνομάζουσι λάρυγγα. καί ποτε κατὰ τὴν
2. προκειμένην εὐρυχωρίαν ταύτης, ᾖ τοὔνομα φάρυγξ ἐστὶ,
3. πνίγεσθαι πέφυκεν. οὕτως οὖν καὶ Ὅμηρος ἔφη·

4. — φάρυγος δ’ ἐξέσσυτο οἶνος,
5. ψωμοί τ’ ἀνδρόμεοι

6. τὴν προκειμένην εὐρυχωρίαν στομάχου καὶ λάρυγγος ὀνομάζων
7. φάρυγγα. φαίνεται δὲ καὶ νῦν ὁ Ἱπποκράτης ταὐτὸ
8. τοῦτο τὸ μόριον ὡσαύτως Ὁμήρῳ καλέσας· φησὶ γοῦν οἰδήματος
9. μὴ ἐόντος ἐν τῇ φάρυγγι, ὡς δυνατὸν ἐπὶ πλέον
10. ἀνοιχθέντος τοῦ στόματος, ἀκριβῶς θεάσασθαι τὸ μόριον,
11. ὅπερ οὐχ ὑπάρχει τῷ λάρυγγι. γενήσεται γοῦν ὁ σύμπας
12. λόγος τοιοῦτος. ἐὰν ὑπὸ πυρετοῦ ἐχομένῳ πνὶξ ἐξαίφνης
13. ἐπιγενήσεται χωρὶς ὄγκου τοῦ κατὰ τὴν φάρυγγα, θανατῶδές
14. ἐστιν. ὡσαύτως ὠνόμαζον οἱ παλαιοὶ τὸ οἴδημα καὶ
15. τὸν ὄγκον. ἴσμεν δ’ ὅτι τρίτη τίς ἐστιν ἡ διαφορὰ τῶν
16. ὄγκων. ἤτοι γὰρ μετ’ ὀδύνης εἰσὶ καὶ καλοῦσιν αὐτοὺς οἱ
17. νεώτεροι φλεγμονὰς ἢ χωρὶς ὀδύνης καὶ σκληροὶ, καλοῦσι
1. δὲ καὶ τούτους σκίῤῥους ἢ χωρὶς ὀδύνης καὶ μαλακοί. προσαγορεύουσι
2. δὲ καὶ τούτους ἰδίως οἰδήματα καὶ δι’ αὐτό γε
3. τοῦτο τῆς παλαιᾶς χρήσεως ἀπέστησαν ὡς μηκέτι τὰς παρὰ
4. φύσιν αὐξήσεις ἁπάσας οἰδήματα προσαγορεύειν. ὅταν οὖν
5. ἡ φάρυγξ φαίνηται χωρὶς ὄγκου, πνὶξ δὲ ἐξαίφνης ἐπιγένηται,
6. τοῦ λάρυγγός ἐστι μόνου τὸ τοιοῦτον πάθημα. πνίγονται
7. μὲν γὰρ, ὡς ἔφην, καὶ δι’ ἄλλα νοσήματα τὰ μικρῷ
8. πρόσθεν εἰρημένα. τὸ δ’ ἐξαίφνης ὑπάρχει μόνῳ τῷ λάρυγγι·
9. περιπνευμονία γὰρ οὐκ ἐξαίφνης πνίγει τοὺς κάμνοντας
10. ἀνθρώπους, ἀλλὰ κατὰ βραχὺ τὴν αὔξησιν ἀπὸ
11. τῆς ἀρχῆς λαβοῦσα μέχρι τῆς ἰδίας ἀκμῆς, ἐν ᾖ τοῦτ’ ἐπάγει
12. τὸ σύμπτωμα. καὶ εἴ τι φῦμα καὶ ἀπόστημα κατὰ
13. πνεύμονα γίγνεται, χρόνιον καὶ τοῦτ’ ἔστι, καθάπερ γε καὶ
14. ἡ μεταξὺ πνεύμονός τε καὶ θώρακος χώρα πληρουμένη πύου,
15. πολλάκις ἀποπνίγει τὸν ἄνθρωπον ἀποστήματος εἰς αὐτὴν
16. ῥαγέντος, ἐν χρόνῳ πολλῷ δηλονότι καὶ τούτου συστάντος.
17. τῆς γε μὴν τραχείας ἀρτηρίας φλεγμονῆς δύσπνοιαν
18. μέν τινα δύναται ποιῆσαι, πνίγα δ’ οὐ δύναται, διά τε τὸ
1. μέγεθος τῆς κατ’ αὐτὴν εὐρυχωρίας καὶ τὴν λεπτότητα τοῦ
2. χιτῶνος, ἀδύνατον γάρ ἐστιν οὕτω λεπτοῦ σώματος φλεγμονὴν
3. εὐρυχωρίαν ἀξιόλογον πληρῶσαι. λοιπὸν οὖν ὁ λάρυγξ
4. ἐστὶν ὁ τὴν αἰφνίδιον πνίγα δυνάμενος ποιῆσαι, ἐπειδὴ
5. στενοῦταί τε κατὰ τοῦτον ὁ τοῦ πνεύμονος πόρος οἵ τ’
6. ἔνδον αὐτοῦ μύες ἅμα τῷ περιέχοντι χιτῶνι φλεγμήναντες
7. ἀποκλεῖσαι δύνανται τὴν ὁδὸν τοῦ πνεύματος.
8. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἰατρῶν τὴν τοιαύτην διάθεσιν οὐ
9. διὰ τοῦ σ συνάγχην, ἀλλὰ διὰ τοῦ κ κυνάγχην, οἶς ἀρέσκει
10. τὴν τῆς φάρυγγος φλεγμονὴν διὰ τοῦ συνάγχην. ἔνιοι
11. δὲ καὶ παρασυνάγχην καὶ παρακυνάγχην ὀνομάζουσι. παρασυνάγχην
12. μὲν, ὅταν τῶν ἐπικειμένων τῇ φάρυγγι μυῶν
13. γένηται φλεγμονὴ, παρακυνάγχην δὲ, ὅταν ἔξωθεν τοῦ λάρυγγος.
14. ἐκ γοῦν τῶν εἰρημένων εὔλογόν ἐστι τὴν τοιαύτην
15. διάθεσιν ὀδύνην τινὰ φέρειν κατὰ τὸν λάρυγγα. καὶ
16. φαίνεταί γε σαφῶς μεμνημένος ὁ Ἱπποκράτης αὐτῆς ἐν τῷ
17. προῤῥητικῷ κατὰ τήνδε τὴν ῥῆσιν· φάρυγξ ἐπώδυνος ἰσχνὴ 
1. μετὰ δυσφορίης, πνιγώδης, ὀλέθριοι ὀξέως. ἀλλὰ νῦν γε
2. τὸ ἐπώδυνον οὐκ εἶπεν, ὡς τοῖς προειρημένοις συνεπινοεῖσθαι
3. δυνάμενον ἢ ὡς καὶ χωρὶς ὀδύνης, ὑπολαμβάνων ποτὲ
4. τὴν ἐν τῷ προειρημένῳ λόγῳ συνίστασθαι πνίγα. εἴπερ
5. ὅλως δύναται χωρὶς ὀδύνης γενέσθαι πνὶξ, ἐπ’ αἰτίαις ἔσται
6. τοιαῖσδε. δυνατὸν μὲν καὶ πλήθους ὑγρότητος καὶ μάλιστα
7. φλεγματώδους διαβρέξαι τὸν ἔνδοθεν τοῦ λάρυγγος
8. χιτῶνα, γενέσθαι τὸν ὄγκον ἀνώδυνον αὐτῷ, δυνατὸν δὲ
9. καὶ τῶν διοιγόντων αὐτῶν μυῶν παχυνθέντων στενώτερον
10. ἀποτελεσθῆναι τὸν πόρον, ἐγχωρεῖ δὲ καὶ ἄμφω συνελθεῖν.
11. οὐκ ἀδύνατον δὲ οὐδὲ δι’ ὑπερβάλλουσαν ξηρότητα τῶν ἔνδον
12. τοῦ λάρυγγος. μυῶν ἐπὶ πλεῖον ταθέντων, στενωθῆναι
13. τὸν πόρον. οἵτινες δ’ εἰσὶν οὗτοι καὶ ὅπως κλείουσι τὸν
14. λάρυγγα τεινόμενοι δέδεικται κατὰ τὴν περὶ φωνῆς
15. πραγματείαν.

Cliquer un n° de page pour en afficher l’image