2. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστρέφηται
3. καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος,
4. θανάσιμον.
6. Οὐκέτι προσέθηκεν ἐνταῦθα τὸν τόπον, ἐν ᾧ φησιν,
7. οἰδήματος μὴ ἐόντος, ὥσπερ ἐν τῷ πρόσθεν ἀφορισμῷ
8. τῆς φάρυγγος ἐμνημόνευσεν εἰπὼν, οἰδήματος μὴ
9. ἐόντος ἐν τῇ φάρυγγι. ἀλλ’ ἡμεῖς γε δυοῖν θάτερον ἐροῦμεν.
10. ἤτοι ἀπὸ κοινοῦ δεῖν ἀκούειν ἐπὶ τῆς φάρυγγος ἢ ὅλως ἐπὶ
11. πάντων τῶν κατὰ τὸν τράχηλον χωρίων. ὁπόταν γὰρ ἐν
12. μηδενὶ τούτων φαίνηται, μήτε διοιγομένου τοῦ στόματος
13. ἐν τῇ φάρυγγι μήτ’ ἔξωθεν οἴδημα, συμβῇ δὲ τὸν ἄνθρωπον
14. ἀδυνατεῖν καταπίνειν, ὀλέθριον σύμπτωμά ἐστι γινόμενον
15. ἐπὶ φλεγμονῇ ποτὲ μὲν τῶν προβεβλημένων μυῶν τῷ
16. στομάχῳ, ποτὲ δὲ αὐτοῦ τοῦ στομάχου. κοινωνία γάρ τίς
17. ἐστι τούτοις τοῖς μορίοις διὰ νεύρων καὶ συνδέσμων πρὸς
18. τε τὸν νωτιαῖον μυελὸν καὶ τὰς ἀμφ’ αὐτὸν μήνιγγας, ἔτι
1. τε τὰ παρακείμενα τούτοις ἔξωθεν ὀστᾶ τῶν σπονδύλων.
2. τεινομένων οὖν ἐπὶ τὰ φλεγμαίνοντα μόρια τῶν τε συνδέσμων
3. καὶ τῶν νεύρων ἕλκεσθαι τοῖς σπονδύλοις, ἤτοι γε
4. εἰς τὸ ἐντὸς ἢ εἰς τὰ πλάγια, ἀναγκαῖόν ἐστιν· εἰ μὲν
5. κατὰ τὴν ἑτέραν ἀπόφυσιν τῶν νεύρων τὴν τάσιν συμβαίνῃ
6. γενέσθαι, πρὸς τὰ πλάγια, εἰ δὲ κατ’ ἀμφοτέρας, εἰς τὸ
7. ἐκτός. ἐπὶ πλέον δὲ περὶ τούτων ἐροῦμεν ἐξηγούμενοι τὸ
8. περὶ τῶν ἄρθρων βιβλίον, ἔνθα τὰς διαστροφὰς τῆς ῥάχεως
9. γίνεσθαί φησι, φυμάτων ἀπέπτων ἔνδον αὐτῆς συστάντων.
10. ἐν ἐκείνῳ μὲν οὖν τῷ βιβλίῳ καὶ τὰς κυφώσεις
11. ἔφη γίνεσθαι, τεινομένων ἔσω τῶν τοῦ σπονδύλου μορίων,
12. οὐ μόνον τὰς λορδώσεις τε καὶ σκολιώσεις. ἐν μέντοι τῷ
13. δευτέρῳ τῶν ἐπιδημιῶν καὶ νῦν προκειμένης κατὰ τὸν ἀφορισμὸν
14. συνάγχης μνημονεύων ἔφη, ἦν δὲ τῶν συναγχικῶν
15. τὰ παθήματα τοιάδε. οἱ σπόνδυλοι τοῦ τραχήλου εἴσω ἔῤῥεπον
16. καὶ ἔξωθεν ἦν δῆλος κοῖλον ἔχων ὁ τράχηλος καὶ
17. ἤλγεε ταύτῃ ψαυόμενος. ἐν τούτῳ μὲν οὖν τῷ λόγῳ μίαν
18. ἐδήλωσε διαστροφὴν τῶν σπονδύλων τὴν ἐπὶ τὰ ἔσω. κατὰ
1. δὲ τὸν προκείμενον ἀφορισμὸν ὀνόματι γενικωτέρῳ κέχρηται
2. λέγων, ἢν ὁ τράχηλος ἐπιστραφῇ. τὸ γὰρ ἐπιστραφῇ
3. ῥῆμα τὴν ἐκτροπὴν τὴν εἰς τὸ παρὰ φύσιν ἅπασαν δηλοῖ
4. τῆς τῶν σπονδύλων εὐθυωρίας. ἐν μὲν οὖν τῷ δευτέρῳ
5. τῶν ἐπιδημιῶν προσέθηκε τῷ λόγῳ, καὶ ἤλγεε ταύτῃ ψαυόμενος,
6. ἐνταυθὶ δ’ οὐδὲν εἶπεν ὑπὲρ ἀλγήματος, καίτοι γε
7. ἀναγκαῖον ἄλγημα συνεῖναι τῇ κατὰ τὸν τράχηλον φλεγμονῇ.
8. πλὴν εἰ κἀνταῦθα τὴν δι’ ὑπερβάλλουσαν ξηρότητα γιγνομένην
9. ὁλκὴν καὶ τάσιν καὶ διαστροφὴν τῶν μορίων ἐνδείκνυται
10. μόνην καὶ διὰ τοῦτο αὐτὸ θανάσιμον εἶναί φησι
11. τὸ σύμπτωμα, τοῦ ἑτέρου τοῦ κατὰ τὴν φλεγμονὴν συνισταμένου
12. μὴ πάντως ὄντος θανασίμου, καθάπερ τὸ πρότερον
13. ἦν, τὸ μετὰ τοῦ πνίγεσθαι καὶ τοῦ καταπίνειν μόγις.
14. ἀλλ’ ἐὰν δι’ ὑπερβάλλουσαν ξηρότητα γεγονὸς ᾖ τὸ παραστράφθαι
15. τὸν τράχηλον καὶ τὸ καταπίνειν μόγις, ὀλέθριον
16. ἔσται τὸ σύμπτωμα καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ᾖ σφοδρὸς,
17. ἵνα τὸ ἢν ὑπὸ τοῦ πυρετοῦ ἐχομένῳ καὶ κατὰ τοῦτο
18. ἀκούοι τις, διὰ δὲ τὸν αὐτὸν τοῦτον πυρετὸν καὶ τὴν ἄμετρον
1. ἐν τοῖς μέλεσιν εἰκὸς γίγνεσθαι ξηρότητα. καὶ διττὸν
2. ἕξει λόγον ὁ σφοδρὸς πυρετὸς ὡς πρὸς τὸν θάνατον, ὅτι
3. τε σημεῖον ἔσται τοῦ διὰ ξηρότητα τήν τε διαστροφὴν γεγονέναι
4. καὶ τὸ καταπίνειν μόγις, ὅτι τε συντελέσει τι καὶ
5. αὐτὸς ὡς ἕν τι τῶν ἐπὶ θάνατον ἀγόντων αἰτίων.