Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.36, ed. Kühn, 1827, vol. 17b, p. 711-715. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.36


8. Ἱδρῶτες πυρεταίνοντι ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι
9. καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑνδεκαταῖοι
10. καὶ τεσσαρεσκαιδεκαταῖοι καὶ ἑπτακαιδεκαταῖοι
11. καὶ μιῇ καὶ εἰκοστῇ καὶ ἑβδόμῃ καὶ εἰκοστῇ καὶ τριηκοστῇ
12. πρώτῃ καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες
13. νόσους κρίνουσιν. οἱ δὲ μὴ οὕτως γινόμενοι πόνον
14. σημαίνουσι καὶ μῆκος νούσου, ὑποτροπιασμόν.

16. Οὐχ ἱδρῶτες μόνον, ἀλλὰ καὶ διαχωρήσεις γαστρὸς
17. ἀξιόλογοι καὶ οὖρα πολλὰ καὶ ἀποστήματα παρ’ οὖς ἢ κατ’
18. ἄλλο τι τῶν ἄρθρων ἐν ταῖς ἡμέραις ταῖς εἰρημέναις ἐπιφαίνεται 
1. χρηστῶς. ὁ γάρ τοι καθόλου λόγος ἐστὶ τοιόσδε.
2. τὰ δὲ κρίσιμα σημεῖά τε καὶ συμπτώματα ταῖς κρισίμοις
3. ἡμέραις ἀρχέσθω. καὶ ἤρκει οὗτος ὁ λόγος ὁ εἰρημένος.
4. ἀλλ’ ὁ Ἱπποκράτης νῦν οὐ περὶ πάντων αὐτὸν ἐποιήσατο
5. τῶν κρισίμων, ἀλλ’ ἱδρώτων μόνων. ἀνέμνησέ τε τῶν κρισίμων
6. ἡμᾶς ἡμερῶν, ὅσαι τῆς τεσσαρακοστῆς ἐντός εἰσι.
7. τὰ γὰρ τούτων χρονιώτερα νοσήματα δι’ ἱδρώτων οὐ πάνυ
8. τι κρίνεσθαι πέφυκεν, ὥσπερ οὐδὲ δι’ ἐκκρίσεως ὅλως, ἀλλ’
9. ἤτοι κατὰ τὴν σύμπεψιν ἢ δι’ ἀποστημάτων. ὅτι δ’ οὐ
10. πάσης τῆς ἡμέρας ἀριθμὸς ἐπιτήδειος εἰς κρίσιν ἐναργῶς
11. ἡ πεῖρα μαρτυρεῖ καὶ θαυμάσειεν ἄν τις τῶν φασκόντων μηδεμίαν
12. ἐν αὐταῖς εἶναι διαφοράν. ἄμεινον μὲν γὰρ ἐκ τῶν
13. ἐναργῶς φαινομένων διδάσκεσθαι τὴν διαφορὰν, τὴν δ’
14. αἰτίαν τοῦ γιγνομένου κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν,
15. ὅπερ ἡμεῖς ἐποιήσαμεν ἐν τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ.
16. τὸ μὲν εἰς τὴν χρείαν τῆς τέχνης διάφορον ἐν τοῖς
17. πρώτοις ὑπομνήμασι δύο διελθόντες, τὰς δ’ αἰτίας
18. αὐτῶν ἐν τῷ τρίτῳ πειραθέντες ζητῆσαι. διαπεφώνηνται
1. δ’ ἱκανῶς αἱ νῦν εἰρημέναι κατὰ τὸν ἀφορισμὸν ἡμέραι,
2. γραφόντων αὐτὰς ἄλλων ἄλλως ὡς ἂν ἐθέλωσιν. ἀλλ’ ἡμεῖς
3. γε κατὰ τὰ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένα διά τε
4. τοῦ προγνωστικοῦ καὶ τῶν ἐπιδημιῶν καὶ αὐτοῦ τοῦ βιβλίου
5. τοῦ τῶν ἀφορισμῶν τὴν ἐξαρίθμησιν αὐτῶν ἐποιησάμεθα.
6. τὰς δὲ ῥήσεις ἐν αἷς ἔγραψε περὶ τούτων τῶν ἡμερῶν ὁ
7. Ἱπποκράτης ἔν τε τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ
8. καὶ τῇ τῶν κρίσεων ἁπάσας ἔχεις ἠθροισμένας. νυνὶ δ’
9. ἀπὸ τῆς τρίτης ἤρξατο προλαμβανούσης τὴν τετράδα κατὰ
10. βραχὺ τὰ χρονιώτερα τῶν νοσημάτων καὶ μετὰ ταύτην ἔγραψε
11. τὴν πέμπτην, ὑστερίζουσαν ἡμέραν μίαν τῆς τετάρτης.
12. οὕτω γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται,
13. οὐκέτι γεγραμμένης τῆς τετάρτης ἡμέρας κατὰ τὸν ἀφορισμόν.
14. καίτοι δοκεῖ πρώτη κρίσιμος ὑπάρχειν αὕτη, ἀλλ’
15. ὅμως αὐτὴν ὑπερέβη νῦν ἢ αὐτὸς ὁ Ἱπποκράτης
16. ὁ πρῶτος τὸ βιβλίον γράψας. εἴπερ δ’ ὅλως ὁ Ἱπποκράτης
17. αὐτὴν ὑπερέβη, δοκεῖ μοι διὰ τήνδε τὴν αἰτίαν αὐτὸ ποιεῖσθαι,
18. τὰ πλεῖστα κατοξέων νοσημάτων, ὅσα σὺν ἱδρῶτι
1. κρίνεται, τῇ τρίτῃ καὶ τῇ πέμπτῃ μᾶλλον ἢ τετάρτῃ τὴν
2. κρίσιν λαμβάνει. σπανιώτεροι γὰρ οἱ διὰ τῆς τετάρτης
3. κρινόμενοι; καί μοι τοῦτο ἐξεύρηται πάνυ σφόδρα διὰ πείρας
4. αὐτὸ τοῦτο ζητήσαντι, διότι παραλέλοιπε κατὰ τὸν
5. προκείμενον ἀφορισμόν. ἔοικε δὲ συμβαίνειν οὕτως, ἐπειδὴ
6. τὰ κατόξεα νοσήματα τόν τε πρῶτον εὐθὺς παροξυσμὸν
7. ἔχει σφοδρότερον καὶ τὸν ἀνάλογον αὐτῷ διὰ τρίτης, ἐμάθομεν
8. δ’ ὡς ἐν τοῖς σφοδροτέροις παροξυσμοῖς αἱ κρίσεις γίνονται.
9. καὶ μέντοι καὶ ὅτι τὰ μὲν ἐν περισσαῖς ἡμέραις
10. παροξυνόμενα θᾶττον κρίνεται. τὰ δ’ ἐν ἀρτίαις χρονίζει.
11. καὶ διὰ τοῦτο κἂν ἐν ἀρχῇ τε παροξύνηται νόσημα, κατὰ
12. τὰς περιττὰς μᾶλλον. ἐὰν δὲ μέλλῃ χρονίζειν, εἰς τὰς ἀρτίους
13. μεταπίπτουσιν οἱ σφοδρότεροι παροξυσμοί. ταυτὶ μὲν
14. ἔχω περὶ τῆς τετάρτης λέγειν. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ
15. τινὲς μὲν τὴν τριακοστὴν πρώτην ἡμέραν, τινὲς δὲ
16. τὴν τριακοστὴν τετάρτην γράφουσιν. ἴσμεν δ’ αὐτὰς ἐν
1. τῷ καταλόγῳ περιεχομένας τῶν κρισίμων ἡμερῶν καὶ ἴσως
2. ἰσχυροτέραν γε τὴν τριακοστὴν τετάρτην. οὐ μὴν τῆς τεσσαρακοστῆς
3. ἐμνημόνευσεν ἴσως, ἐπειδὴ ταύτην τινὰ ἀρχὴν
4. τῶν χρονίων ἐνόμιζεν, ἃ δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεται.
5. καὶ γὰρ καὶ αὐτὴν τὴν τριακοστὴν πρώτην καὶ τριακοστὴν
6. τετάρτην καὶ πρὸ αὐτῶν τὴν εἰκοστὴν ἑβδόμην σπανίως
7. ἔστιν ἱδρῶσι κρινούσας εὑρεῖν.

Cliquer un n° de page pour en afficher l’image