15. Ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων, ὁ ψυχρὸς μείζω,
16. ὁ δὲ θερμὸς ἐλάσσω νοῦσον σημαίνει.
1. Περὶ μὲν οὖν τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γιγνομένων
2. ἱδρώτων ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν ἐν ὅλῳ χρόνῳ
3. τοῦ νοσήματος ἐπιφαινομένων ἀκρίτως ἐν τῷδε δηλοῖ,
4. χαλεπωτέρους μὲν εἶναι λέγων τοὺς ψυχροτέρους, ἧττον δὲ
5. τούτων μοχθηροὺς τοὺς θερμούς. ἀμφότεροι μὲν γὰρ ἐνδείκνυται
6. πλῆθος, ἀλλ’ οἱ μὲν ἕτεροι ψυχρὸν, οἵ γε καὶ
7. χείρους εἰσὶν, οἱ δὲ ἕτεροι θερμὸν, ἧττον ἐκείνων ὄντες
8. ὀλέθριοι πυρετοί.