6. Ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι ἤδη ἀσθενεῖ
7. ἐόντι, θανάσιμον.
9. Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ.
10. τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ
11. δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ
12. ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκολουθήσει.
13. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς
14. δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ
15. σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ
16. πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ
17. καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γιγνόμενον
18. ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ
1. ῥίγει διάλειμμα μηδὲν ἐργαζομένη, κατ’ ἄμφω διαλυθῆναι
2. τὸν ἄνθρωπον εἰκὸς, οὔτε τῆς δυνάμεως φερούσης τὸν κλόνον
3. τοῦ ῥίγους ὑπό τε τῆς κενώσεως καταλουμένης. εἰ δὲ
4. τὸ ῥῖγος γίγνοιτο μόνον, οὐδεμιᾶς γιγνομένης κενώσεως ἑκατέρως
5. οὐκ ἀγαθὸν τὸ σύμπτωμα. καὶ γὰρ ὡς αἴτιον κακὸν
6. ἅψεται τῆς δυνάμεως καὶ σημεῖον ἔσται μοχθηρὸν
7. ἐνδεικνύμενον ἀῤῥωστίαν ἐσχάτην αὐτῆς, εὐωθυίας
8. μὲν ἐπὶ τοῖς ῥίγεσιν ἐκκρίνειν τοὺς λυποῦντας χυμοὺς, ἀδυνατούσης
9. δ’ αὐτὸ νῦν ποιεῖν.