12. Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι,
13. αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες
14. πᾶσαι κακαί. ἀποχωροῦσαι δὲ καλῶς ἀγαθαὶ καὶ
15. κατὰ τὰς διαχωρήσιας καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μή τι
16. τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
1. Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντομώτερον
2. εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς
3. ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ
4. οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν
5. ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμένων
6. καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς
7. λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀποχωρούσας
8. καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐτῶν
9. ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ
10. δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ
11. πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν
12. διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω,
13. ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες
14. ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕτως,
15. ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου
16. καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνεσθαι
17. μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς
18. δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα
1. καὶ ἡλικία καὶ ἡ τοῦ κάμνοντος φύσις. τὸ δ’ ἐπὶ τῇ τελευτῇ
2. τοῦ ἀφορισμοῦ διχῶς εὑρίσκεται γεγραμμένον, ἐν τισὶ
3. μὲν ὡς προγέγραπται, ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται,
4. ἐν τισὶ δὲ χωρὶς τοῦ μὴ, κατὰ τόνδε τὸν τρόπον,
5. ἢν δέ τι τῶν συμφερόντων ἐκκρίνηται· κατὰ μὲν τὴν προτέραν
6. γραφὴν ὁ λόγος ἔσται τοιοῦτος, ἢν δὲ τι τῶν μὴ
7. συμφερόντων ἐκκρίνεσθαι φαίνηται κενούμενον, οὐκ ἀγαθόν
8. ἐστι· κατὰ δὲ τὴν δευτέραν, ἢν δέ τι τῶν συμφερόντων
9. τῷ ζώῳ καὶ οἰκείων ἐκκρίνηται, οὐκ ἀγαθόν ἐστι. βελτίων
10. οὖν ἡ προτέρα γραφή.