6. Ἐν μὴ διαλείποντι πυρετῷ ἢν χεῖλος ἢ τὸ βλέφαρον ἢ ὀφρὺς
7. ἢ ὀφθαλμὸς ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ,
8. ἤδη ἀσθενέος ἐόντος τοῦ κάμνοντος ὅ τι ἂν τουτέων γένηται,
9. ἐγγὺς ὁ θάνατος.
11. Αἱ διαστροφαὶ τῶν μορίων γίγνονται τεινομένων
12. τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς
13. αὐτὰ καθηκόντων νεύρων, αὐτό τε τὸ τείνεσθαι φλεγμοναῖς
14. καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις ἕπεται.
15. χαλεπὰ δὲ ταῦτά ἐστιν ὁπόταν τῆς τῶν νεύρων ἀρχῆς πλησίον
16. συνίστηται. διὸ κἀπειδὰν ὅ τε πυρετὸς ᾖ συνεχὴς καὶ
17. ὁ κάμνων ἀσθενὴς, ἐγγὺς εἶναι τὸν θάνατον εἰκός ἐστι,
1. ἔτι δὲ μᾶλλον, ὅταν ἢ μὴ ἀκούῃ τις ἢ μὴ βλέπῃ, διὰ τὴν
2. τῆς αἰσθητικῆς δυνάμεως ἀῤῥωστίαν.