2. Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.
4. Ἐκπεπυρωμένη τε γὰρ ἡμῶν ἡ φύσις οὖσα
5. τηνικαῦτα τὴν ἀπὸ τῶν καθαρκτικῶν οὐκ οἴσει δριμύτητα,
6. διὸ καὶ πυρέττουσι πολλοὶ τῶν ἐν τούτῳ τῷ καιρῷ καθαρθέντων,
7. ἀσθενής τε οὖσα ἡ δύναμις διὰ τὸ καῦμα προσκαταλυθήσεται
8. τῇ καθάρσει. καὶ μέντοι καὶ ἡ κάθαρσις
9. αὕτη γενήσεται μοχθηρὰ, ἀντισπώσης τῷ καθαρτικῷ φαρμάκῳ
10. τῆς τοῦ περιέχοντος ἀλέας πρὸς τοὐκτὸς τοὺς χυμούς.
11. ὥσπερ γὰρ τὰ θερμὰ λουτρὰ ταῖς καθάρσεσιν ἀντιπράττειν
12. πέφυκεν, οὕτω καὶ ἡ κατὰ τὸ θέρος θερμασία,
13. καὶ μάλισθ’ ὅταν ᾖ σφοδρότερον ἑαυτοῦ.