5. Ὁκόσοισι δ’ ἐν τῷ πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνηται
6. καὶ παραφροσύνη, θανάσιμον.
8. Γίγνεται μὲν ἐνίοτε καὶ διὰ μίαν αἰτίαν ἀμφότερα,
9. δύσπνοια καὶ παραφροσύνη, πεπονθότος τοῦ ἐγκεφάλου καὶ
10. φαίνεται τηνικαῦτα τὸ πνεῦμα, καθάπερ αὐτὸς εἶπεν ἐν τῷ
11. προγνωστικῷ, μέγα τε καὶ διὰ πολλοῦ, τουτέστι μέγα τε
12. καὶ ἀραιόν, ἐγχωρεῖ δὲ καὶ διά τι τῶν ἀναπνευστικῶν ὀργάνων
13. πεπονθὸς γενέσθαι τὴν δύσπνοιαν. αἵ τε γὰρ πλευρίτιδες
14. καὶ περιπνευμονίαι τά τ’ ἄλλα τὰ κατὰ θώρακα
15. καὶ πνεύμονα πάθη δύσπνοιαν ἐργάζεται. κινδυνώδη δὲ
16. ταῦτα πάντα ἐστὶ καὶ μάλιστα μετὰ συνεχοῦς πυρετοῦ. καὶ
17. γὰρ καὶ γίγνεσθαι πέφυκεν ἀεὶ μετὰ τοιούτου, ὥστε κἀνταῦθα
1. τὸ ἐν πυρετῷ μὴ διαλείποντι κατὰ τὸν αὐτὸν ἔοικε
2. λόγον εἰρῆσθαι τῷ κατὰ τὸν ἔμπροσθεν ἀφορισμόν.