13. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι
14. κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον. ὁκόσοι
15. δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.
17. Εἴρηται κἀν τῷ προγνωστικῷ τὸ δακρύειν οὐκ ἀγαθὸν
18. εἶναι σημεῖον, ὅταν γε δηλονότι μηδὲν ᾖ πεπονθὸς αὐτὸς
1. ὁ ὀφθαλμὸς ἴδιον ἐξαίρετον πάθος, οἷον ὀφθαλμίαν ἢ τραχύτητα
2. περὶ τὰ βλέφαρα ἤ τι τοιοῦτον. ἀῤῥωστία γάρ τις
3. ἐμφαίνεται τῆς καθεκτικῆς δυνάμεως, ἐπειδὰν μηδενὸς ὄντος
4. τοιούτου δακρύουσιν. οὐκ ὀρθῶς δὲ ἀτοπώτερον γέγραπται
5. παραβλητικῶς· ἄμεινον γὰρ ἦν ἀπολελυμένως ἄτοπον
6. εἰρῆσθαι, καί μοι δοκεῖ τὸ σφάλμα τοῦ πρώτου βιβλιογράφου
7. γεγονέναι μᾶλλον ἢ Ἱπποκράτους αὐτοῦ.