10. Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ
11. κακόν. μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην πλείω
12. σημαίνει.
14. Ἐχρῆν τοῦτον τὸν ἀφορισμὸν ἐζεῦχθαι τῷ μικρῷ πρόσθεν
15. εἰρημένῳ, καθ’ ὃν ἔφη, ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς
16. ἀεὶ ῥέων. αὐτός τ’ ἐδήλωσε καὶ ὅπως κακὸν ἔφησε τὸν
17. τοιοῦτον εἶναι καὶ διὰ τίνα αἰτίαν. κακὸς μὲν οὖν ἐστιν,
1. ὅτι πρὸς τῷ μὴ λύειν τὴν νόσον ἔτι καὶ μηκύνειν αὐτὴν
2. δηλοῖ. τὴν δ’ αἰτίαν τοῦ κατὰ τὸν χρόνον μήκους ὑγρότητα
3. πολλὴν εἶναί φησιν, ἣν ἐν χρόνῳ πλείονι διαφερούσης
4. τε καὶ πεττούσης τῆς φύσεως ἀναγκαῖόν ἐστι μηκῦναι
5. τὸ νόσημα.