5. Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ
6. μακρότατον.
8. Ὁ τριταῖος πυρετὸς τοῦ καύσου κατὰ μὲν τὸν ποιοῦντα
9. χυμὸν οὐ διαφέρει. γίγνονται γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς
10. ἀμφότεροι. διαφέρουσι δὲ πολὺ τῷ τὸν μὲν καῦσον ἐν ταῖς
11. φλεψὶν ἅμα τῷ αἵματι τὴν ξανθὴν χολὴν πλεονάζουσάν τε
12. καὶ ζέουσαν ἔχειν, τὸν δὲ τριταῖον ἐν ὅλῳ τῷ σώματι φερομένην
13. τε καὶ κινουμένην. ἀκριβὴς οὖν ἔσται ὁ τριταῖος
14. ὁ τὴν ἑαυτοῦ φύσιν εἰλικρινῆ διασώζων. διασώζει δὲ ὁ
15. ξανθὴν χολὴν ἔχων, ὡς εἴρηται, πλεονεκτοῦσάν τε καὶ κινουμένην,
16. τήν τε ὥραν θερινὴν καὶ τὸ χωρίον ὁμοίως τῇ
17. ὥρᾳ θερμὸν καὶ ξηρὸν καὶ τὴν ἡλικίαν τοῦ ἀνθρώπου καὶ
18. τὴν κρᾶσιν ὁμοίαν. εὐθὺς δ’ ἂν τῷ τοιούτῳ τριταίῳ καὶ
1. ὁ παροξυσμὸς γίγνοιτο μετὰ ῥίγους καὶ ἡ λύσις αὐτοῦ μεθ’
2. ἱδρῶτος ἢ ἐμουμένης ἢ ὑπιούσης τῆς ξανθῆς χολῆς ἢ καὶ
3. πάντων ἅμα τούτων γιγνομένων. ἔσται δὲ τῷ τοιούτῳ τριταίῳ
4. καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος ἐλάττων πολλῷ τοῦ τῆς
5. ἀνέσεως. ἐν δυοῖν γὰρ ἡμέραις καὶ νυξὶ ταῖς ἴσαις συντελουμένης
6. ὅλης αὐτοῦ τῆς περιόδου τὸν ἀκριβῆ τριταῖον
7. οὐκ ἄν ποθ’ εὕροις ἐξωτέρω τῶν δώδεκα ὡρῶν ἐκτείνοντα
8. τὸν παροξυσμόν. τὸν τοιοῦτον οὖν ὁ Ἱπποκράτης φησὶν ἐν
9. ἑπτὰ περιόδοισι κρίνεσθαι τὸ μακρότατον. ὃ γὰρ ἐπὶ τῶν
10. συνεχῶν ἡμέρα μία δύναται, τοῦτο ἐπὶ τῶν διαλειπόντων ὁ
11. παροξυσμός. κατὰ γοῦν τὴν τούτων συναρίθμησιν αἱ κρίσεις
12. αὐτῶν γίγνονται. τοῦτο δ’ ᾐνίξατο μὲν καὶ αὐτὸς ἐν
13. τῷ προγνωστικῷ κατὰ τὸν περὶ τεταρταίων λόγον εἰπών·
14. γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τοῦ τοιούτου
15. κόσμου. τετήρηται δὲ καὶ ἡμῖν ἐπὶ τῶν τεταρταίων
16. αὐτῶν καὶ τῶν τριταίων ἡ κρίσις γιγνομένη κατὰ τὸν τῶν
17. περιόδων ἀριθμὸν οὐ τὸν τῶν ἡμερῶν. εὐθὺς γοῦν ἐπὶ
18. τοῦ τριταίου πυρετοῦ ὁ ἕβδομος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς
1. εἰς τὴν τρισκαιδεκάτην ἡμέραν ἐμπίπτει καὶ κρίνεται
2. πολλάκις ἐν αὐτῷ τὸ νόσημα, μὴ περιμεῖναν τὴν τεσσαρεσκαιδεκάτην
3. ἡμέραν. καθάπερ οὖν ἐν τοῖς συνεχέσι νοσήμασι
4. τῶν μὲν ὀξέων νοσημάτων ὅρος ἦν ἡ τεσσαρεσκαιδεκάτη,
5. τῶν δὲ κατοξέων ἡ ἑβδόμη, οὕτως ἐν τοῖς διαλείπουσιν
6. ὁ μακροχρονιώτατος πυρετὸς τριταῖος ὅρον ἔχει τὴν
7. ἑβδόμην περίοδον. ὥσπερ δὲ πάλιν ἐπὶ τῶν κατοξέων
8. ἐνεδέχετο κριθῆναι τὸ νόσημα καὶ κατὰ τὴν πέμπτην
9. ἡμέραν καὶ κατὰ τὴν τετάρτην καὶ κατὰ τὴν τρίτην, οὕτως
10. καὶ τοῦ τριταίου καὶ κατὰ τὰς αὐτὰς περιόδους ἐνδέχεται
11. γενέσθαι τὴν λύσιν, οὐκ ἀναμενούσης τῆς φύσεως τὴν ἑβδόμην
12. περίοδον. ἐνίοτε μὲν οὖν μετὰ προσθήκης ὁ Ἱπποκράτης
13. ἀκριβῆ τριταῖον ὀνομάζει τὸν τοιοῦτον. ἐνίοτε δὲ
14. ἁπλῶς ἀρκεῖται τριταῖον εἰπὼν, ὥσπερ καὶ νῦν ἔθους ὄντος
15. καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησι τὰ τοιαῦτα πάντα
16. πράγματα ἀδιορίστως ὀνομάζειν.