2. Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα
3. ἐκ ῥινῶν ῥυὲν ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νόσημα.
5. Εἴρηται καὶ πρόσθεν αὐτῷ κώφωσιν γίγνεσθαι, χολωδῶν
6. διαχωρημάτων ἐπισχεθέντων καὶ ἀναδραμόντων ἐπὶ τὴν
7. κεφαλὴν, λύεσθαί τε τὴν τοιαύτην κώφωσιν ἐκταραχθείσης
8. τῆς γαστρός. εἴρηται δὲ καὶ νῦν αὐτῷ τοῦτο καὶ πρὸς
9. αὐτὸ τὸ περὶ τῆς διὰ τῆς ῥινὸς αἱμοῤῥαγίας. καὶ
10. γὰρ καὶ αὕτη λύει κώφωσιν τὴν ἐν πυρετοῖς γιγνομένην,
11. δηλονότι χωρὶς τοῦ πεπονθέναι τι τὸ τῆς ἀκοῆς ὄργανον
12. ἴδιον ἐξαίρετον πάθημα· καὶ οὐδὲν θαυμαστὸν, ἐκκρινομένων
13. τε καὶ μεταβαλλομένων τῶν λυπούντων χυμῶν παύεσθαι
14. τὰ νοσήματα.