10. Ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ
11. καρδιωγμὸς κακόν.
13. Ὅτι μὲν οὖν οὐ μόνον τὸ σφύζον ἐξ ἑαυτοῦ κατὰ φύσιν
14. σπλάγχνον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρὸς οἱ παλαιοὶ καρδίαν
15. ὠνόμαζον ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, ὥσπερ γε
16. καὶ ὅτι καρδιαλγίαν τὰ τούτου τοῦ μέρους ἀλγήματα προσαγορεύουσι.
17. τό γε μὴν καρδιώσσειν οἱ πλεῖστοι μὲν τῶν
18. ἐξηγησαμένων τοὺς ἀφορισμοὺς ταυτὸν ἡγοῦνται σημαίνειν
1. τῷ καρδιαλγεῖν. ἔνιοι δὲ τῆς καρδίας αὐτῆς, λέγω δὴ τοῦ
2. σπλάγχνου, καρδιωγμὸν δηλοῦσθαί φασιν, ἐξηγούμενοί τε
3. κίνησίν τινα φασὶ παλμώδη τὸν καρδιωγμὸν εἶναι. τὸ μὲν
4. οὖν ἰσχυρὸν καῦμα τῆς κοιλίας ὑπὸ τῆς ξανθῆς χολῆς ζεούσης
5. ἐν τοῖς χιτῶσιν αὐτοῖς γίγνεται. κατὰ λόγον δὲ τοῖς
6. οὕτω διακειμένοις καὶ τὸ στόμα τῆς γαστρὸς δάκνεται καὶ
7. διὰ τοῦτο κακόν ἐστι τὸ σύμπτωμα. εἰ δὲ καὶ τὴν πυκνὴν
8. καὶ ταχεῖαν κίνησιν τῆς καρδίας καὶ μάλισθ’ ὅταν ᾖ καὶ παλμώδης,
9. ἀκούοι τις εἰρῆσθαι καρδιωγμὸν, ἔσχατον ἤδη τοῦτο
10. κακόν ἐστι, σημαῖνον ἐκπεπυρῶσθαι τὴν ζωτικὴν ἀρχήν.