13. Ἐν τοῖσι πυρετοῖσι ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ
14. τὰ σπλάγχνα πόνοι ἰσχυροὶ κακόν.
16. Οἱ σφοδροὶ πυρετοὶ παραπλησίως πυρὶ ξηραίνοντες τὰ
17. νεῦρα τείνουσί τε καὶ σπῶσι καὶ κατὰ τοῦτο ἐπιφέρουσιν
18. ὀλεθρίους σπασμούς. ἐνίοτε δὲ καὶ αὐτὰ τὰ σπλάγχνα κατὰ
1. τὴν τοιαύτην διάθεσιν ὀδυνᾶται τῷ σφοδρῷ τῆς φλογώσεώς
2. τε καὶ ξηρότητος, καὶ διὰ τοῦτο κακὴν εἶναί φησιν αὐτὴν,
3. ἔτι δὲ μᾶλλον κακὴ ἔσται τῶν πόνων ἰσχυρῶν
4. γιγνομένων. ἴσμεν δὲ δήπου καὶ διὰ φλεγμονὴν ἢ ἐρυσίπελας
5. ἢ ἔμφραξιν ἰσχυρὰν ἢ ἀποστήματα ἐν τοῖς σπλάγχνοις
6. ὀδύνας γιγνομένας. ἀλλὰ νῦν οὐκ εἰκὸς αὐτῷ τὸν λόγον
7. ὑπὲρ ἐκείνων εἶναι. προφανής τε γὰρ ὁ ἐπ’ αὐτῆς κίνδυνός
8. ἐστι καὶ οὐκ ἐξ ἀνάγκης συνημμένος σπασμῷ, καὶ τὸ ἐν
9. πυρετοῖς εἴωθε λέγειν ὁ Ἱπποκράτης ἀντὶ τοῦ πυρετικοῖς
10. νοσήμασιν, ὅταν αὐτοῖς πάθος ὑπάρχωσιν οἱ πυρετοὶ καὶ
11. μὴ σύμπτωμα μορίου πεπονθότος τι τῶν προειρημένων
12. παθῶν.