17. Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ
18. ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει,
1. μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς διὰ ταχέων
2. ὑπόστασιν ἔχει.
4. Οὐχ ἁπλῶς εἴρηκεν οὖρα παχέα, ἀλλὰ προσέθηκε καὶ
5. θρομβώδεα, δυοῖν θάτερον ἐνδεικνύμενος, ἤτοι τοῦ πάχους
6. τὸ ποσὸν ἢ τὸ τῆς ὑποστάσεως ἀνώμαλόν τε καὶ διεσπασμένον,
7. ὡς καὶ κατὰ περιγραφήν τινα φαίνεσθαι πολλὰς συστάσεις
8. αὐτῶν ὥσπερ θρόμβους. ἔνιοι μὲν οὖν οὐ θρομβώδεα
9. γράφουσιν, ἀλλὰ βορβορώδεα, καθάπερ καὶ ὁ Νουμισιανὸς
10. καὶ ὁ Διονύσιος, εἰ μὲν καὶ δυσωδίαν τινὰ συνενδεικνύμενοι
11. διὰ τῆς λέξεως, πλέον τι τῶν ἄλλων δηλοῦντες. εἰ δ’ ὡς
12. τοῦ πάχους τὸ ποσὸν, οὐδὲν περιττότερον ἐν τῷδε διδάσκοντες.
13. ὅ γε μὴν σύμπας λόγος τοῦ Ἱπποκράτους οὐ
14. φαίνεται περὶ δυσωδῶν οὔρων γιγνόμενος, ἀλλὰ μόνων ὀλίγων
15. τε καὶ παχέων, ὡς ἐκ τῆς ἀντιθέσεως ἔσται δῆλον.
16. πλῆθος γὰρ, φησὶν, ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, ὥστε
17. εἰ καὶ μόνον ἐγέγραπτο τοῦτο, ὅσοις οὖρα παχέα ὀλίγα,
18. μηδὲν ἂν λείπειν τῷ λόγῳ. γίγνεται μὲν οὖν καὶ χωρὶς
1. πυρετοῦ τισιν οὖρα τοιαῦτα, τῆς φύσεως ἐκκαθαιρούσης
2. διὰ νεφρῶν τὰ τοῦ παντὸς σώματος περιττώματα. γίγνεται
3. δὲ καὶ μετὰ πυρετῶν, ἐφ’ ὧν ἴσως ἄν τις ὑπονοήσειε
4. τὴν εἰς τοὐναντίον αὐτῶν μετάπτωσιν οὐκ εἶναι χρηστὴν,
5. ἐπειδὴ τοὐπίπαν ἐν τοῖς πυρετοῖς ἐκ λεπτῶν κατ’ ἀρχὰς
6. τῶν οὔρων ἡ μετάπτωσις εἰς τὸ παχύτερον γίγνεται πρὸς
7. τὴν λύσιν ἰούσης τῆς νόσου, καὶ διὰ τοῦτό μοι δοκεῖ μάλιστα
8. καὶ ὁ ἀφορισμὸς οὗτος αὐτῷ γεγράφθαι, διδάσκοντι
9. τὸ σπάνιον τοῦ πράγματος. ἔστιν ὅτε γὰρ ἤτοι κατὰ τὴν
10. ἀρχὴν τοῦ νοσήματος ἢ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς, οὖρα
11. γιγνόμενα παχέα διὰ τὸ βάθος ὑπόστασιν ἔχει. τούτοις
12. οὖν τοῖς οὔροις οὐκ ἔστιν ἀγαθὸν σημεῖον ἡ ὑπόστασις,
13. ὥσπερ τοῖς ἄλλοις, ὁπόσα λεπτὰ κατ’ ἀρχὰς ὄντα τῷ λόγῳ
14. τῆς πέψεως ὅλου τοῦ νοσήματος ὑπόστασιν λαμβάνει. τῷ
15. πλήθει δ’ εἰκότως ἐστὶν ὀλίγα τὰ παχέα τῶν οὔρων, ὡς
16. ἂν μόγις διεξερχόμενα τῶν νεφρῶν. ὁπόταν οὖν ἅμα μὲν
17. ἐκκενωθῇ τὸ πλέον τῆς τοιαύτης κακοχυμίας, ἅμα δὲ καὶ
1. πεφθῇ τὸ κατάλοιπον, ἐκκρίνεται τηνικαῦτα λεπτότερα πολὺ
2. τῶν πρόσθεν, ἄμεινον γὰρ οὕτως εἰπεῖν, οὐκ ἀπολύτως
3. ὡς Ἱπποκράτης εἶπε λεπτά. τὰ γὰρ κατὰ φύσιν
4. οὐχ ἁπλῶς ἐστι λεπτὰ, καθάπερ οὐδὲ παχέα, μέσα δ’ ἑκατέρας
5. τῆς ὑπερβολῆς καὶ σύμμετρα ὄντα, παχύτερα μέν
6. ἐστι καὶ λέγεται τῶν ὑδατωδῶν, λεπτότερα δὲ τῶν θρομβωδῶν.
7. πολλὰ δ’ εἰκότως ἐκκρίνεται διὰ τὸ πρόσθεν ἐπέχεσθαι,
8. καθ’ ὃν χρόνον μόγις διεξῄει τὰ παχέα.