Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.70, ed. Kühn, 1827, vol. 17b, p. 753-755. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.70


11. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα
12. οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ
13. παρέσονται.

15. Τοῦτον ἔνιοι τὸν ἀφορισμὸν τῷ πρὸ αὐτοῦ συνάπτουσιν
16. ὡς μέρος ἐκείνου γράφοντες οὕτως· οἷσιν δ’ ἀνατεταραγμένα
17. τὰ οὖρα, τούτοισι κεφαλαλγίαι. καὶ βούλονται τινὲς
18. μὲν τὸ ἀνατεταραγμένα τὰ ἐναντία δηλοῦν τοῖς προειρημένοις
1. τοῖς λεπτοῖς, τινὲς δὲ παχέσι καὶ θρομβώδεσι, τινὲς
2. δ’ αὐτὰ τὰ ἀνατεταραγμένα ἐξηγοῦνται. ψεῦδός γε μήν
3. ἐστι τὸ τὰ λεπτὰ τῶν οὔρων εἶναι κεφαλαλγικά. φαίνονται
4. γὰρ αἱ κεφαλαλγίαι ποτὲ μὲν προηγούμεναι, ποτὲ δὲ συνοῦσαι
5. τοῖς ἀνατεταραγμένοις οὔροις. ὁποῖα δ’ ἐστὶ ταῦτα
6. σαφῶς ἐδήλωσεν εἰπὼν, οἶον ὑποζυγίου καὶ γίγνεται τοιαῦτα
7. παχείας τε καὶ πυκνῆς ὕλης ὑπὸ θερμοῦ κατεργαζομένης.
8. αὗται γὰρ μάλιστα καὶ πρὸς τῆς ἔξω θερμασίας φαίνονται
9. πνευματούμεναι, καθάπερ ἄσφαλτος καὶ πίσσα καὶ ῥητίνη.
10. τινὰ μὲν οὖν τῶν τοιούτων οὔρων ἐπὶ πλεῖστον ἀνατεταραγμένα
11. μένει, τινὰ δ’ ὑπόστασιν ἴσχει παχεῖαν διὰ ταχέων
12. καὶ δηλοῖ βραδέως λυθήσεσθαι τὸ νόσημα. τὰ δ’ ἕτερα τὰ
13. μὴ καθιστάμενα σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει μηκύνεσθαι
14. τὸ νόσημα δηλοῖ, σὺν ἀσθενεῖ δὲ τεθνήξεσθαι τὸν κάμνοντα.
15. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρηταί μοι, διότι χρήσιμά
16. ἐστιν· ἃ δ’ εἰς αὐτὸν τὸν ἀφορισμὸν ἔτι χρὴ εἰπεῖν
17. ἐστὶ τοιαῦτα. τοῖς ἀνατεταραγμένοις οὔροις ἐξ ἀνάγκης
1. αἱ κεφαλαλγίαι, καθὼς προεῖπεν ὁ Ἱπποκράτης, ἢ σύνεισιν
2. ἢ ἔσονται, ἐπειδὴ τὸ φυσῶδες πνεῦμα μετὰ τῆς θερμασίας
3. ἐπὶ τὴν κεφαλὴν ἑτοίμως ἀναφέρεται, οὐ μὴν εἴ τις ἐκεφαλάλγησεν
4. ἢ κεφαλαλγεῖ, τούτῳ πάντως τοιαῦτα τὰ οὖρά ἐστι.
5. γίγνονται γὰρ αἱ κεφαλαλγίαι καὶ διὰ θερμότητα μόνην,
6. ἐνίοτε δὲ καὶ διὰ τὴν ξανθὴν χολὴν, ἤτοι γε ἐν τῇ κεφαλῇ
7. περιεχομένην ἢ ἐν τῇ γαστρὶ καὶ διὰ πλῆθος ὑγρῶν κατειληφὸς
8. τὴν κεφαλὴν καὶ δι’ ἔμφραξίν τινα τοπικὴν
9. ἢ πνεύματος φυσώδους ἐν αὐτῷ τῷ μορίῳ τὴν γένεσιν ἔχοντος,
10. ὧν οὐδεμία τοιοῦτον οὖρον ἐπιφέρει ἐξ ἀνάγκης.

Cliquer un n° de page pour en afficher l’image