13. Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον τὸ οὖρον,
14. τῇ τετάρτῃ ἐρυθρὸν καὶ τὰ ἄλλα κατὰ λόγον.
16. Ὥσπερ ἐν ἄλλοις πολλοῖς ἐπεδείξαντο τῆς Ἱπποκράτους
17. τέχνης ἑαυτοὺς ἀμαθεῖς ὄντας οἱ πλεῖστοι τῶν ἐξηγησαμένων
18. τὸ βιβλίον, οὕτω κἀν τῷδε. νομίζουσι γὰρ προσκεῖσθαι
1. τῷ ἀφορισμῷ τὸ καὶ τἄλλα κατὰ λόγον, ὅσα περὶ
2. ὕπνους ἢ ἐγρήγορσιν ἢ ἀναπνοὴν ἢ ἀνάκλησιν ἢ διανάστασιν,
3. ἤ τι τοιοῦτον ἄλλο τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων,
4. ἵνα εἰ ταῦτα πάντα φαίη καλῶς γιγνόμενα, τὴν κρίσιν
5. ἔσεσθαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐλπίζοιμεν. ἀγνοεῖν
6. δ’ ἐοίκασι τὰ μέγιστα τῶν προγνωστικῶν κεφαλαίων. ἀγρυπνοῦσί
7. τε καὶ ὡς τὰ πολλὰ καὶ δυσφοροῦσι καὶ πυρέττουσι
8. σφοδρότερον οἱ κάμνοντες, ὅσῳ περ ἂν ἐγγυτέρω τῆς κρίσεως
9. ἀφίκωνται. πολλοὶ δ’ αὐτῶν καὶ δυσπνοοῦσιν ἐγγυτέρω
10. τῆς κρίσεως. οὔκουν δεῖται τοῦτο διὰ τῶν οὔρων φανὲν
11. σημεῖον ἄνευ τῶν εἰρημένων συμπτωμάτων εἰς πιστοτέραν
12. ἐλπίδα τῆς μελλούσης ἔσεσθαι κρίσεως, σημεῖον ἐν οὔροις,
13. ἀλλ’ ἕτερα πολλὰ συνεχέστερον αὐτοῦ φαινόμενα, περὶ ὧν
14. ἐοίκασιν οὐδὲν γιγνώσκειν οἱ τολμῶντες ἐξηγεῖσθαι τὰ Ἱπποκράτους
15. συγγράμματα, πρὶν ἐκμαθεῖν ἅπασαν αὐτοῦ τὴν
16. τέχνην. οὔσης γὰρ τῆς τετάρτης ἡμέρας ἐπιδήλου, καθάπερ
17. αὐτὸς ἐδήλωσε, καὶ μηνυούσης ὁποία τις ἡ ἑβδόμη γενήσεται
1. πᾶν ὅ τί περ ἂν ἐν αὐτῇ πρώτῃ φανῇ σημεῖον
2. ἀξιόλογον πέψεως, τὴν ἐσομένην κρίσιν ἐπὶ τῆς ἑβδόμης
3. δηλοῖ, ὥστ’ οὐ μόνον ἐρυθρά τις ἐπιφανεῖσα νεφέλη πρότερον
4. οὐ γεγενημένη σημαίνει τὴν κρίσιν, ἀλλὰ καὶ ἡ λευκὴ
5. πολὺ μᾶλλον αὐτῆς. ἔτι δὲ μᾶλλον ἐναιώρημα λευκὸν ὁμαλόν
6. τε καὶ συνεστηκός. εἰ δ’ ὀξέως πάνυ κινοῖτο τὸ νόσημα
7. καὶ ἡ τῆς χρόας μεταβολὴ καὶ ἡ τῆς συστάσεως, ἱκανὰ
8. σημεῖα τῆς μελλούσης ἔσεσθαι κρίσεως. τὸ γοῦν λεπτὸν
9. οὖρον εἰ συμμέτρως γένηται παχὺ καὶ τὸ λευκὸν ἢ ὠχρὸν,
10. ἐν τοιούτῳ νοσήματι προδηλοῖ τὴν κρίσιν. ἑνὸς μὲν οὖν ὀνομαστὶ
11. σημείου τοῦ κατὰ τὴν ἐρυθρὰν νεφέλην ἐμνημόνευσεν
12. ὁ Ἱπποκράτης. ἀξιοῖ δ’ ὡς τοῦτο καὶ τἄλλα κατὰ λόγον
13. ἡμᾶς ἐννοεῖν, ὅσα σημαίνει μελλούσας ἔσεσθαι κρίσεις. ἔστι
14. δὲ ταῦτα τὰ κατὰ τὰς ὑπ’ αὐτοῦ καλουμένας ἐπιδήλους τε
15. καὶ θεωρητὰς ἡμέρας ἐπιγινόμενα ἢ δι’ οὔρων ἢ διαχωρημάτων
16. ἢ πτυσμάτων. ἀεὶ μὲν γὰρ ἅπαντα τὰ τοιαῦτα δηλοῖ
17. κρίσεις, οὐκ ἀεὶ δὲ τὰς ἀγαθάς. μόνοις γὰρ
18. τοῖς τῆς πέψεως σημείοις ἐν ταῖς θεωρηταῖς ἡμέραις ἐπιφανεῖσιν
1. ἀγαθαὶ προδηλοῦνται κρίσεις. ἡ μὲν οὖν διάνοια
2. τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου τοιαύτη τίς ἐστιν, ἐμνημόνευσε
3. δὲ τῆς ἐρυθρᾶς νεφέλης, ὡς σπανίου σημείου. λευκαὶ
4. μὲν γὰρ συνεχέστατα φαίνονται καί εἰσιν ἐναργέστερον πέψεως
5. σημεῖον, αἱ δὲ ἐρυθραὶ σπανίως γίγνονται καὶ εἰ μὴ
6. νῦν ὑφ’ Ἱπποκράτους εἴρηντο καὶ αὗται κατὰ τὰς ἐπιδήλους
7. ὁρώμεναι μέλλουσαν ἐπαγγέλλεσθαι κρίσιν, ἴσως ἄν τις οὐδὲ
8. προσεδόκησε τοιαύτην ὑπάρχειν αὐταῖς δύναμιν, εἴ γε
9. γοῦν τὸ ἐρυθρὸν χρῶμα σωτήριον μὲν εἶναί φησι, χρονιώτερον
10. δὲ. λέγει γὰρ ἐν προγνωστικῷ κατὰ λέξιν οὕτως·
11. εἴ γε εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ὑπόστασις ὑπέρυθρός
12. τε καὶ λείη, πολὺ χρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίνεται,
13. σωτήριον δὲ κάρτα. ἆρ’ οὖν ἐν τετάρτῃ τῶν ἡμερῶν
14. ἡ τοιαύτη νεφέλη φανεῖσα δηλώσει τὴν ἐπὶ τῆς ἑβδόμης
15. ἐσομένην κρίσιν, ἐν ἄλλῃ δέ τινι τῶν ἐπιδήλων οὐ δηλώσει
16. σκεπτέον ἀκριβῶς· ὅπερ ἐστὶ παραφυλακτέον ἐπ’ αὐτῶν
17. τῶν ἔργων. ὅσον μὲν γὰρ ἐπὶ αὐτῷ τῷ λόγῳ δυνατὸν
18. εἰς ἑκάτερον ἐπιχειρῆσαι καὶ μᾶλλόν τε ὡς οὔπω δηλώσει,
19. πλὴν εἰ πάνυ σφόδρα τὸ νόσημα ταχέως κινοῖτο. κατὰ
1. μὲν γὰρ τὴν τετάρτην ἡμέραν γενόμενον ἴσον τῷ πρόσθεν
2. χρόνῳ τὸν ἑξῆς ἐπιλαβὸν οὐκ ἀδύνατόν ἐστι δηλῶσαι κρίσιν.
3. ἐπὶ δὲ τῆς ἑνδεκάτης φανὲν οὐ πάνυ τί μοι δοκεῖ
4. τριῶν ἡμερῶν δεήσεσθαι μόνων, ἀλλὰ καὶ πλειόνων, ἀληθέστατον
5. μὲν γὰρ ἐστι τὸ τὴν τοιαύτην χρείαν ἐπιμετρεῖν τι
6. ταῖς λύσεσιν. ἐθεασάμην γοῦν ἐγὼ σπανιάκις τὸ τοιοῦτον
7. σημεῖον ἐν ἄλλαις ἡμέραις παρὰ τὴν τετάρτην. ᾧ μὲν οὖν
8. ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἐκρίθη, ᾧ δὲ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης,
9. εἰκοσταῖος. ἐφάνη δὲ καὶ ἄλλῳ κατὰ τὴν ἑνδεκάτην,
10. ὅστις ἑπτακαιδεκαταῖος ἐκρίθη, καὶ ἄλλῳ πάλιν
11. ἐπὶ τῆς αὐτῆς ἑνδεκάτης, ὅστις εἰκοσταῖος.