14. Ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρά· μάλιστα
15. δ’ ἐν τοῖς φρενιτικοῖσιν ἐπιφαίνεται.
17. Τὰ τοιαῦτα τῶν οὔρων ἀπεψίας ἐσχάτης ἐστὶ σημεῖα,
18. διὸ καὶ χρονίζει τὰ νοσήματα, τινὰ δ’ αὐτῶν ὅταν γε φθάσῃ
1. προκαταλύσαντα τὴν δύναμιν, ὀλέθρια γίγνεται, καθάπερ ἐν
2. ταῖς φρενίτισιν. οὐδένα γοῦν οἶδα σωθέντα φρενιτικὸν, ᾧ
3. τοιοῦτον οὖρον ὤφθη. βέλτιον γὰρ ὥσπερ ὅλον τὸ νόσημα
4. χολῶδες, οὕτω καὶ τὰ οὖρα φαίνεσθαι χολώδη. τὰ
5. δ’ ὑδατώδεα τῶν οὔρων, τοιαῦτα γάρ ἐστι τὰ διαφανέα,
6. λευκὰ, παμπόλλην τε τὴν ἀπεψίαν δηλοῖ καὶ προσέτι τῆς
7. ξανθῆς χολῆς ἅπασαν τὴν ὁρμὴν ἄνω γεγονέναι πρὸς τὴν
8. κεφαλήν. διαφανῆ μὲν γὰρ γίγνεταί τισιν οὖρα, χωρὶς τοῦ
9. λευκὰ, λεπτὰ μὲν ὄντα τῇ συστάσει, χολώδη δὲ τῇ χρόᾳ.
10. τὰ δὲ διαφανῆ τε ἅμα καὶ λευκὰ τελέως ἐστὶν ὑδατώδη. εἰ
11. μὲν οὖν ἁπλῶς εἴη γεγραμμένον, μάλιστα δὲ τοῖς φρενιτικοῖσιν,
12. εἴρηται σαφῶς ὁ νοῦς τοῦ λόγου. προσκειμένου δ’
13. ἐπὶ τῇ τελευτῇ τοῦ ἐπιφαίνεται, καθάπερ ἐν ἄλλοις πρόσκειται
14. τῶν ἀντιγράφων, τὸ δηλούμενον ἔσται τοιοῦτον. τὰ
15. ὑδατώδη τῶν οὔρων ἐστὶ πονηρὰ, μάλιστα ἐπιφαίνεται
16. τοιαῦτα τοῖς ὀλεθρίως ἔχουσι φρενιτικοῖς. οὐ γὰρ δὴ πᾶσί
17. γε ὥς τινες ἤκουσαν τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὐδὲν
18. ἐπιστάμενοι τῶν κατὰ τοὺς ἀῤῥώστους ἐπιφαινομένων. ἔν
1. τισι δὲ τῶν ἀντιγράφων οὕτω γέγραπται τὸ τέλος τοῦ ἀφορισμοῦ,
2. μάλιστα δ’ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται τὰ
3. τοιαῦτα, καὶ ἔστιν ἡ αὐτὴ διάνοια τῇ κατὰ τὴν προειρημένην
4. δευτέραν γραφῇ.