7. Ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα, ὀσφύος
8. ἀλγήματος ἐπιγενομένου, τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται,
9. ἢν μὴ φῦσαι καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος
10. ἐπέλθῃ. ἐν πυρετοῖσι τὰ ταῦτα.
12. Ὑποχονδρίων μετεώρων ὅπερ ἐστὶν ἐν ὄγκῳ μείζονι
13. κατὰ πολλὰς αἰτίας γιγνομένων, ἔστι μία καὶ ἡ διὰ πνεῦμα
14. φυσῶδες, ὑπὲρ ἧς νῦν διαλέγεται, διττῶς αὐτῆς γιγνομένης,
15. ἐνίοτε μὲν ἐπὶ διαθέσει τινὶ δυσλύτῳ τῶν κατὰ τὴν γαστέρα
16. χωρίων, ἐνίοτε δὲ ἐπί τινι προσφάτῳ προφάσει. διακρίνει
17. δὲ ταῦτα νῦν ὁ Ἱπποκράτης· ἡ μὲν γὰρ προτέρα
1. διάθεσις οὐ μετὰ βορβορυγμοῦ γίγνεται, τεταμένα γὰρ καὶ
2. πεφυσημένα καθάπερ ἀσκὸν ἀποφαίνει τὰ ὑποχόνδρια, ἡ
3. δ’ ἑτέρα μετὰ βορβορυγμοῦ συνίσταται καλεῖται δ’ οὗτος
4. ὁ ψόφος τοῦ πνεύματος, ὅταν μὴ μέγας ᾖ, μηδὲ πολὺς,
5. σὺν ὑγρότητι δέ τινι μετρίᾳ κινούμενος ἐπὶ τὰ κάτω. καὶ
6. τοίνυν καὶ συμβαίνει τῷ τοιούτῳ βορβορυγμῷ κατιόντι τὸν
7. ἐκ τῶν ὑποχονδρίων ὄγκον εἰς τὰ κατὰ τὴν ὀσφὺν ἅμα ἑαυτῷ
8. καταφέρειν, ἐφ’ ᾧ πεινομένων τῶν ἐνταῦθα μορίων
9. ἄλγημά τι γίγνεσθαι κατ’ αὐτήν. εἶθ’ οὕτως ἐνίοτε
10. μὲν εἰς ἀνάδοσιν ὁρμήσαντες τοῦ ὑγροῦ τὸ φυσῶδες πνεῦμα
11. διαχωρηθῆναι μόνον, ἐνίοτε δὲ σὺν τῷ ὑγρῷ. καὶ μέντοι
12. καὶ τὸ ἀναδοθὲν ὑγρὸν ὡς τὰ πολλὰ δι’ οὔρων ἐκκρίνεται.
13. προσηκόντως οὖν εἶπεν ἐν τοῖς εἰρημένοις σημείοις,
14. κοιλίαν καταῤῥήγνυσθαι, εἰ μή γε συμβῇ ἰδίᾳ μὲν ἀναδοθῆναι
15. τὸ ὑγρὸν, ἰδίᾳ δὲ τὸ καταληφθὲν ἐν τοῖς ἐντέροις
16. πνεῦμα δι’ ἕδρας ἐκκριθῆναι, ἔστι δ’ ὅτε ἄμφω πρὸς ἀνάδοσιν
17. ὁρμώμενα τὸ ὑγρὸν καὶ τὸ πνεῦμα διεξέρχεται ῥᾳδίως
18. ἐπὶ τὴν κύστιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον,
1. ἐν πυρετοῖσι δὲ ταῦτα τοιοῦτόν μοι δοκεῖ δηλοῦν.
2. πυρετοῖς ἐνοχλεῖσθαι τοὺς νοσοῦντας ὠνόμαζον οἱ παλαιοὶ
3. τοὺς ἄνευ τινὸς φλεγμονῆς ἢ ἀποστήματος ἢ ἀλγήματος ἢ
4. ἐρυσιπέλατος ἢ ἁπλῶς εἰπεῖν ἄνευ μορίου τινὸς ἐξαιρέτως
5. πεπονθότος ἔχοντας κακῶς. εἰ δ’ ἤτοι διὰ πλευροῦ φλεγμονὴν
6. ἢ πνεύμονος ἤ τινος ἑτέρου τοιούτου πυρέττοιεν,
7. οὐ πυρεταίνοντας αὐτοὺς ὠνόμαζον, οὐδ’ ὑπὸ πυρετῶν ἐνοχλουμένους,
8. ἀλλὰ πλευριτικούς τε καὶ περιπνευμονικοὺς, ἡπατικούς
9. τε καὶ σπληνικοὺς ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν οὖν μοι
10. δοκεῖ βούλεσθαι δηλοῦν ὁ Ἱπποκράτης δυοῖν θάτερον ὡς
11. ἢ τοῖς πυρετοῖς τούτων ὧν εἴρηκε συμβαινόντων, ἐν οἷς οὐδέν
12. ἐστι τὸ πεπονθὸς μόριον ἢ ὡς γιγνομένων μὲν καὶ κατ’
13. ἐκεῖνα τὰ νοσήματα, μὴ μέντοι καταῤῥηγνυμένης αὐτῶν γαστρὸς
14. ἢ φυσῶν ἣ οὔρων διερχομένων. οὐδὲ γὰρ οὐδὲ φυσικῇ
15. τινι κινήσει τῶν μορίων ἀπωθουμένων τὸ φυσῶδες
16. πνεῦμα γίγνεσθαι συμβαίνει τὸν βορβορυγμὸν ἐν ἐκείνοις,
17. ἀλλ’ ὡς σύμπτωμα μόνον.