Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 4.76, ed. Kühn, 1827, vol. 17b, p. 767-771. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:4.76


15. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ἢ ὥσπερ
16. τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν
17. ἐκκρίνεται.

1. Τὰ μικρὰ μὲν σαρκία τῆς τῶν νεφρῶν οὐσίας εἰσὶ
2. γνωρίσματα, τὰ δ’ ὥσπερ τρίχες οὐδαμῶς μὲν τῆς τῶν
3. νεφρῶν. οὐ γὰρ οἶόν τε διαλυθῆναι νεφρὸν εἰς τοιοῦτον
4. εἶδος οὐσίας, ἀλλ’ ὅσοι τοῦτο λέγουσιν ἀγνοοῦσι φύσιν νεφρῶν.
5. οὐ μὴν οὐδὲ κύστεως ἀναλυομένης τε καὶ ἀναβιβρωσκομένης,
6. ὡς ἐνίοις ἔδοξεν, οὐρεῖται τὰ τοιαῦτα. πεταλώδη
7. γάρ ἐστι μᾶλλον τὰ ταύτης μόρια, καθάπερ καὶ αὐτὸς
8. ὁ Ἱπποκράτης ὀλίγον ὕστερον αὐτὰ προσαγορεύει λεπίδας.
9. ἀλλὰ τό γε ἀληθὲς οὕτως ἔχει πολλάκις ἡμῖν ἑωραμένα
10. ἔκ τινος τύχης. ἄλλοι γοῦν τινες ἰατροὶ πάνυ τρίβωνες
11. ἑωρακέναι πολλάκις φασὶν οὖρα τοιαῦτα. καλοῦσι δ’
12. οἱ νεώτεροι τριχίασιν τὸ πάθος, ἐπειδὴ θριξὶν ὅμοια καὶ
13. μᾶλλόν γε ταῖς λευκαῖς ἐοικότα φαίνεται τὰ τοῖς οὔροις ἐμφαινόμενα.
14. ἔναγχος δέ τις οὔρει τοιαῦτα σώματα μακρὰ
15. ὥστ’ ἄπιστον τὸ μῆκος ἐδόκει εἶναι· τινὰ γὰρ αὐτῶν εἰς
16. ἥμισυ πήχεως ἐξετείνετο. προσενήνεκτο δ’ οὗτος ὅλῳ σχεδὸν
17. ἐνιαυτῷ τῷ πρόσθεν ἐρεγμῶν τε καὶ κυάμων πάνυ πολλάκις
18. καὶ τυρῶν ἁπαλῶν τε καὶ ξηρῶν. καὶ οἱ ἄλλοι δὲ
1. πάντες οἷς οὐρῆσαι συνέβη τὰ τοιαῦτα, παχυχύμοις ἐδέσμασιν
2. ἐκέχρηντο. τούτου τοίνυν τοῦ χυμοῦ κατωπτημένου πως
3. ἐν νεφροῖς αἱ τριχοειδεῖς γίνονται συστάσεις. καὶ μέντοι
4. καὶ ἡ θεραπεία μαρτυρεῖ τῷ λογισμῷ τῆς αἰτίας· ὑπὸ γὰρ
5. λεπτυνόντων καὶ τεμνόντων φαρμάκων ἅμα καὶ τῷ τὴν ἄλλην
6. δίαιταν ὑγραίνουσαν ὑπάρχειν ἐθεραπεύθησαν
7. οἱ κάμνοντες οὕτως. εἴπερ δὲ ἦν ἕλκωσις τηλικαύτη
8. νεφρῶν ἢ κύστεως, ὡς διαλύεσθαι τὴν οὐσίαν αὐτῶν, οὐ
9. μόνον οὐδὲν ἂν ὠνίνατο ὑπὸ τῶν τοιούτων φαρμάκων, ἀλλὰ
10. καὶ παρωξύνοντο ἐσχάτως· ἄξιος οὖν ἐστιν ὥσπερ ἐν τοῖς
11. ἄλλοις, οὕτω κἀν τούτῳ θαυμάσαι τὸν Ἱπποκράτην τὰ μηδέπω
12. μηδὲ τήμερον ἐγνωσμένα πολλοῖς τῶν ἰατρῶν αὐτὸν
13. ἐξευρεῖν. καὶ μέντοι καὶ ἡ λέξεως ἀκρίβεια θαυμαστῶς
14. ὅπως ἔχει λέγοντος ἀπὸ τῶν νεφρῶν ἐκκρίνεσθαι τὰ τοιαῦτα.
15. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πρόσθεν ἀφορισμοῦ ἕλκωσιν τοῦ νεφροῦ
16. αἰτιᾶται οὕτω καὶ νῦν εἶπεν, ἀλλ’ ἁπλῶς ἀπὸ νεφρῶν
17. ἐκκρίνεσθαί φησιν, ὡς καὶ λίθον τινὸς οὐρήσαντος ἀπὸ νεφρῶν
18. ἐνηνέχθαι φαίημεν ἂν αὐτὸν, οὐχ ὅτι τῆς οὐσίας αὐτῶν
1. ἐστι μόριον, ἀλλ’ ὅτι τὴν σύστασιν ἐν ἐκείνοις λαμβάνει.
2. τὰ μὲν οὖν σμικρὰ σαρκία τῆς οὐσίας ἐστὶ μόρια ἑλκωθέντων
3. ὅλως τῶν νεφρῶν, τὰ δ’ οἶον τρίχες ἐν νεφροῖς
4. μὲν λαμβάνει τὴν σύστασιν, ὥσπερ καὶ οἱ λίθοι, μόρια δ’
5. οὐκ ἔστι τῆς οὐσίας αὐτῶν. κακῶς ἐν ἅπασι τοῖς ἀντιγράφοις
6. ὁ ἀφορισμὸς οὗτος ἄνευ τοῦ ἤ γέγραπται, σαρκία
7. σμικρὰ ὥσπερ τρίχες. οὐδαμῶς γὰρ ἔοικε τὰ σμικρὰ σαρκία
8. ταῖς θριξίν· ἀλλὰ χρὴ μεταξὺ τοῦ τε σμικρὰ καὶ τοῦ
9. ὥσπερ τὸ ἥ φωνῆεν τάξαι, ὡς δυοῖν πραγμάτων, οὐχ ἑνὸς
10. ἐν τῷ λόγῳ μνημονεύοντος τοῦ Ἱπποκράτους. τὸ μὲν οὖν
11. ἅτερον αὐτῶν ἐστι σαρκία σμικρὰ, τὸ δ’ ἕτερον ὥσπερ τρίχες.
12. ἐπὶ μὲν οὖν τῶν ταῖς θριξὶν ὁμοίων ἀεὶ φαίνεται
13. παχὺ τὸ οὖρον ὡς ἂν φλεγματικῆς οὐσίας. ἣν ἤθροισαν
14. αἱ φλέβες ἐκκαθαιρομένης διὰ τῶν νεφρῶν, ἐπὶ δὲ τῶν
15. σαρκίων οὐκ ἀναγκαῖον. οὐ μὴν οὐδὲ ἐθεασάμην ποτὲ
16. τοιαύτην νεφρῶν διάθεσιν· ἀλλὰ τὸ μὲν οἶον σαρκία πολλάκις
17. ἐν ἐκείνοις τοῖς πυρετοῖς, ἐν οἶς καὶ τὰς καλουμένας
1. ὀροβοειδεῖς ὑποστάσεις ὁρῶμεν γιγνομένας κατωπτημένου
2. παχέως αἵματος ἐν νεφροῖς ἢ καθ’ ἧπαρ. οὐ μὴν ἀκριβῆ
3. γε σαρκία τεθέαμαί ποτε συνεξερχόμενα τοῖς οὔροις. ἐγχωρεῖ
4. οὖν, ἡγοῦμαι, παχὺ οὖσον εἰρῆσθαι πρὸς αὐτοῦ τὸ σύμμετρόν
5. τε καὶ κατὰ φύσιν. ἀντίκειται γὰρ τοῦτό πως τῷ
6. λεπτῷ καὶ γινώσκομεν, ὅτι κυρίως μὲν αἱ κατὰ τὰς ὑπερβολὰς
7. ἀντιθέσεις οὕτω λέγονται. καταχρηστικῶς δὲ καὶ τὸ
8. μέσον ἐνίοτε καὶ σύμμετρον ἀμφοτέροις χρῆται τοῖς ὀνόμασι
9. τῶν ἄκρων. πρὸς μὲν τὸ τελέως παχὺ λεπτὸν ὀνομαζόμενον,
10. πρὸς δὲ τὸ λεπτὸν ἐσχάτως παχὺ, καὶ εἴπερ οὕτως
11. ἀκούσαιμεν, ὁ λόγος ἔσται τοιοῦτος· οἶς ἐν τῷ οὔρῳ μὴ
12. ὄντι λεπτῷ συνεξέρχεται τὰ εἰρημένα, τῶν νεφρῶν ἐστι
13. τὸ πάθημα, λεπτῶν μέντοι τῶν οὔρων ὄντων ὅλον τὸ φλεβῶδες
14. γένος πέπονθε. τὴν δ’ αὐτὴν ταύτην γνώμην δείκνυσθαί
15. μοι δοκεῖ καὶ κατὰ τὸν ἑξῆς ἀφορισμόν.

Cliquer un n° de page pour en afficher l’image