15. Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν
16. ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.
1. Τὸ ἀπὸ ταὐτομάτου δύναται μὲν καὶ χωρὶς αἰτίας τῆς
2. ἔξω δηλοῦν, δύναται δὲ καὶ τὸ οἷον ἐξαίφνης οὐδενὸς προηγησαμένου
3. συμπτώματος, οἷά περ ἐπὶ κύστεως ἡλκωμένης
4. φαίνεται. κατὰ ταύτην γὰρ οἷόν τε ῥαγῆναι φλέβα διὰ πλῆθος
5. αἵματος ἐπιῤῥυέντος, ὡς ἐπὶ τῶν νεφρῶν εἴωθε συμβαίνειν,
6. οὐδὲ γὰρ διηθεῖται διὰ τῶν ἐν αὐτῇ φλεβῶν αἷμα,
7. μόνον δ’ ὅσον εἰς τροφὴν αὔταρκες αὐτῇ χορηγεῖται. πρὸς
8. τούτῳ δὲ οὐδὲ αἱ φλέβες αἱ κατὰ τὴν κύστιν γυμναί που
9. καὶ ἀστήρικτοι πεφύκασιν, ὥσπερ αἱ εἰς τὰς κοιλίας τῶν
10. νεφρῶν ἐμβάλλουσαι, καθ’ ἅς ἀναστόμωσίς τε καὶ ῥῆξις
11. ὑπὸ πάχους καὶ πλήθους γίνεται τῶν κατ’ αὐτὰς χυμῶν.
12. ἡ μὲν οὖν ῥῆξις ἀκριβοῦς αἵματος ἐργάζεται κένωσιν, ἡ δ’
13. ἀναστόμωσις οὐκ ἀθρόον αἷμα προχέουσα, καὶ μάλισθ’ ὅταν
14. ᾖ βραχύ· κατ’ ὀλίγον δὲ τὸ λεπτότερον διηθοῦσα τὸ ὅλον
15. οὖρον ὕφαιμον ἐργάζεται. γίγνεται δ’, ὡς ἔφην, καὶ τῶν ἐν
16. κύστει φλεβῶν ἐξ ἀναβρώσεως πεπονθυιῶν αἵματος κένωσις,
17. ἐφ’ ᾖ προηγεῖται τοῦ κατὰ τὴν κύστιν ἕλκους τὰ σημεῖα,
1. τοὐτέστιν ὀδύνη τε τοῦ μορίου καὶ πῦον καί τινα πολλάκις
2. αὐτοῦ τοῦ σώματος τῆς κύστεως οἷόν περ θρύμματα. κατὰ
3. τοῦτο οὖν ἄμεινον ἀκούειν τὸ ἀπὸ ταὐτομάτου σημαίνειν τὸ
4. ἐξαίφνης τοῦ τὸ χωρὶς αἰτίας φανερᾶς ἐκκρίνεσθαι. ἐκ
5. γὰρ τῶν νεφρῶν αἷμα πολλάκις μὲν καὶ χωρὶς τῆς ἔξωθεν
6. αἰτίας ῥαγέντος τοῦ ἀγγείου διὰ πλῆθος, ἔστι δ’ ὅτε καὶ
7. πηδησάντων σφοδρότερον ἢ κατενεχθέντων ἢ πληγέντων.