10. Οἷσιν ἐν τοῖς οὔροισι ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ
11. κύστις λιθιᾷ.
13. Οὐ πάντως ἡ κύστις, ἀλλ’ ἐνδέχεται καὶ νεφροὺς,
14. ὥσθ’ ἡμάρτηται φανερῶς ὁ ἀφορισμὸς ἤτοι γε αὐτοῦ
15. τοῦ Ἱπποκράτους περιδόντος ὅλου τοῦ λόγου τὸ ἥμισυ
16. μέρος ἢ τοῦ πρώτου βιβλιογράφου παραλιπόντος. ἐάν τε
1. γὰρ ἐν νεφροῖς ἐάν τ’ ἐν κύστει λίθοι γίνωνται, συνεξέρχονται
2. τοῖς οὔροις τὰ ψαμμώδη.