2. Τοὺς δὲ φθινώδεας ἀποστελλομένους τὰς
3. ἄνω φαρμακείας.
5. Ἐπὶ τὰς ἄνω, φησὶ, φαρμακείας οὐδέποτ’ ἄξεις, εὐλαβούμενος
6. δηλονότι τὴν ἐν τοῖς ἀναπνευστικοῖς αὐτῶν ὀργάνοις
7. ἀσθένειαν. ἀκουστέον δὲ φθινώδεις ἤτοι τοὺς φθίσει
8. τῇ νόσῳ ἑαλωκότας ἢ τοὺς ἐπιτηδείως ἔχοντας πρὸς τὴν
9. φθίσιν, ὑπὲρ ὧν εἴρηκεν αὐτὸς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν·
10. καὶ μάλιστα ἔθνησκον οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ
11. φθινῶδες, στενὸς δὲ τούτοις ἐστὶν ὁ θώραξ καὶ ὁ περιεχόμενος
12. ἐν αὐτῷ πνεύμων.