8. Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας καὶ ὀσμὴ βαρεῖα ᾖ,
9. τὴν κύστιος ἕλκωσιν σημαίνει.
11. Τὸ μὲν αἷμα καὶ τὸ πῦον οὐρεῖν πάντως ἐστὶ
12. τῶν οὐρητικῶν ὀργάνων ἡλκωμένων κοινὰ σημεῖα, τὸ δὲ
13. βαρὺ τῆς ὀσμῆς, ὅπερ δηλοῖ τὸ ἀηδὲς, ἔτι τε μᾶλλον αἱ
14. λεπίδες, ἴδια τῆς κύστεως. ἐν μὲν οὖν τοῖς πλείστοις ἀντιγράφων,
15. ἢν αἷμα καὶ πῦον οὐρέῃ, γέγραπται· κατὰ δέ
16. τινα αὐτῶν ἢν αἷμα ἢ πῦον οὐρέῃ. δηλώσει δ’ αὐτὴ μὲν
17. ἡ δευτέρα γραφὴ παραδιαζευκτικὸν εἶναι τὸν ἢ σύνδεσμον,
1. ὡς ὁπότερον ἂν ὑπάρχῃ τῶν εὑρημένων ἑλκώσεως εἶναι σημεῖον,
2. ἡ δ’ ἑτέρα τὰ δύο βουλήσεται συνεδρεύειν ἢ ἅμα
3. ἀλλήλοις ἢ ἐναλλάξ.