6. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φῦμα γίνεται, τουτέοισι διαπυήσαντος
7. καὶ ἐκραγέντος λύσις.
9. Διὰ βραχυλογίαν οὐδὲν ἀξιόλογον οὗτος ὁ ἀφορισμὸς
10. ἔχειν ὑποληφθήσεται. πρόχειρον γὰρ παντὶ γνῶναι τῶν ἐν
11. τῷ πόρῳ τῷ οὐρητικῷ τῷ κατὰ τὸ αἰδοῖον, τοῦτο γὰρ οὐρήθραν
12. καλοῦσι, συνισταμένων φυμάτων τὴν λύσιν γίγνεσθαι
13. ῥαγέντων. ἀλλ’ εἰ προσχῶμεν τὸν νοῦν, ἔνδειξίς ἐστί
14. τινος μείζονος πράγματος. ἐνδέχεται γὰρ ἰσχουρίαν δή τινα
15. γενέσθαι καὶ διὰ τὸ τοιοῦτον φῦμα καὶ μέντοι καὶ ὡς τὸ
16. φῦμα τοῦτο ῥαγὲν ἰάσεται τὴν ἰσχουρίαν εὔδηλον. ἀλλὰ
17. ἐκεῖνό γε παραφύεται τοῖς εἰρημένοις ἑπόμενον ζήτημα, πότερον
1. ῥήγνυσθαι μόνον βούλεται τὸ κατὰ τοῦτο χωρίον
2. συνιστάμενον φῦμα ἢ πλειστάκις μὲν αὐτὸ τοῦτο συμβαίνειν,
3. δύνασθαι δὲ διαφορεῖσθαι ἢ παράδειγμα τῶν λύσεων
4. ἓν τοῦτο ἔγραψε, τὴν ῥῆξιν, ὅπερ καὶ ἀληθέστερόν ἐστιν.