7. Οὔρησις νύκτωρ πολλὴ γινομένη σμικρὴν τὴν ὑποχώρησιν
8. σημαίνει.
10. Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀναδοθέντος
11. τοῦ κατὰ τὴν κοιλίαν ὑγροῦ βραχυτέραν γενέσθαι τὴν ὑποχώρησιν
12. πρόδηλον παντί. συνεμφαίνει δὲ τούτῳ καὶ ὅτι
13. διεξελθόντος ἅμα τοῖς σιτίοις ὑγροτέρα μὲν ἡ γαστὴρ γενήσεται
14. καὶ διὰ τοῦτο πλείω ὑποχωρήσει, τὸ δ’ αὖ οὖρον
15. ἔλαττον ἐκκριθήσεται. διδάξει δ’ ἡμᾶς ὁ λόγος οὗτος ἰάματα
16. ῥευμάτων γαστρὸς καὶ ξηρότητος· ἐφ’ ὧν μὲν ὑγροτέρα
17. γίνεται τοῦ προσήκοντος, τό τε πόμα ἔλαττον δώσομεν
1. ἐπὶ τε κύστιν ἐπιτρέψομεν ἀφικέσθαι. ἐφ’ ὧν δὲ ξηροτέρα,
2. καὶ πλεῖον δώσομεν τὸ πόμα καὶ τὴν ἀνάδοσιν ὡς
3. οἷόν τε κωλύσομεν.