15. Τοὺς δὲ μελαγχολικοὺς ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ
16. τὰ ἐναντία προστιθείς.
1. Φαρμακεύειν τὰς κοιλίας δηλονότι τὰς κάτω τῶν μελαγχολικῶν
2. ἁδροτέρως χρή. ἁδροτέρως δὲ εἴρηκεν ἀντὶ τοῦ
3. σφοδρῶς. ὅτι δὲ κάτω ῥέπει ὁ χυμὸς οὗτος, εἰκότως αὐτὸν
4. ἐκκενοῦν διὰ τῆς κάτω κελεύει γαστρὸς, ὥσπερ τὴν ξανθὴν
5. χολὴν διὰ τῆς ἄνω, κοῦφον ὄντα χυμὸν ἐπιπολάζοντά τε
6. συνεχῶς αὐτόματον. ἐν ἀμφοτέροις μὲν οὖν κοινὸν τὸ ἄγειν
7. ἢ ῥέπειν διὰ τῶν ξυμφερόντων χωρίων. ἴδιον δὲ τοῦ μὲν
8. ἑτέρου τῶν χυμῶν ἄνω ποιεῖσθαι τὴν κένωσιν, ὅτι ταύτῃ
9. ῥέπει, τοῦ δ’ ἑτέρου κάτω, διότι καὶ οὗτος ῥέπει ταύτῃ.
10. ἐναντίον οἶν τὸ ἄνω κενοῦν τῷ κάτω, ὃ καθ’ ἕνα γίγνεται
11. λογισμὸν κοινὸν, διὸ καὶ προσηκόντως εἶπεν ὁ Ἱπποκράτης,
12. τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.