5. Ὁκόσοι κυνάγχην διαφεύγουσιν, ἐς τὸν πνεύμονα
6. αὐτέοισι τρέπεται καὶ ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν.
7. ἢν δὲ ταύτας διαφύγωσιν, ἔμπυοι γίνονται.
9. Περὶ μεταστάσεως ὁ λόγος αὐτῷ νῦν ἐστι τῆς ἐκ κυνάγχης
10. εἰς τὸν πνεύμονα γινομένης, ἥντινά φησιν ἀναιρεῖν
11. μὲν ὡς τὰ πολλὰ ὑπὸ τῶν ἑπτὰ ἡμερῶν πνιγομένου
12. δηλονότι τοῦ κάμνοντος. εἰ δ’ ὑπερβαλεῖν αὐτὰς δυνηθεῖεν,
13. μεταβάλλοντος εἰς πῦον τοῦ ῥεύματος ἐμπύους γίνεσθαι.
14. γνωρίζεται δὲ ἐς τὸν πνεύμονα τρέπεσθαι τὴν κυνάγχην ἐκ
15. τοῦ σφυγμοῦ. σκληρὸς γὰρ καὶ ἄτακτος καὶ ἀνώμαλος ἐς
16. τὸ ἡγεμονικὸν μόριον τῆς ὕλης μετάστασιν γινομένην εἷναι
17. σημαίνει. μαλθακὸς δὲ καὶ ὁμαλὸς καὶ τακτὸς μετὰ τῆς
18. εὐπνοίας ὁμαλῆς δήλην ἀπόλυσιν σημαίνει.