16. Ὁκόσοισι φθισιῶσιν ἀποῤῥέωσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς,
17. οὗτοι διαῤῥοίας ἐπιγινομένης ἀποθνήσκουσιν.
1. Περὶ τῶν ἐγγὺς ἤδη τοῦ θανάτου φθισικῶν ὁ λόγος
2. αὐτῷ νῦν ἐστιν οὓς ἐδήλου μὲν ἔχειν κακῶς καὶ ἡ τῶν τριχῶν
3. ῥύσις. ἐπιγενομένης δὲ διαῤῥοίας ἐπίδοξος ἂν ἦν ὁ
4. θάνατος ὅσον οὔπω γενήσεσθαι, ὡς ἂν αἰτίου τε ἅμα καὶ
5. σημείου κακοῦ τοῦ τοιούτου συμπτώματος ὄντος. γίγνεται
6. μὲν γὰρ ἐπ’ ἀῤῥωστίᾳ τῆς δυνάμεώς, αὐτὸ δὲ πάλιν ἀῤῥωστοτέραν
7. αὐτὴν ἀπεργάζεται.