2. Ὑπὸ φθίσιος ἐχομένῳ διαῤῥοίας ἐπιγιγνομένης, θανατῶδες.
4. Ὀλίγον ἔμπροσθεν εἴρηκε τοῖς φθίνουσιν ἐπειδὰν τό τε
5. πῦον ᾖ δυσῶδες καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ἐκρέωσι,
6. διαῤῥοίας ἐπιγενομένης ἕπεσθαι θάνατον. ἐνταυθὶ δ’
7. ἁπλῶς εἶπε θανατῶδες διάῤῥοιαν εἶναι ἐπὶ φθίσει, μήτε
8. τῶν τριχῶν μνημονεύσας, ὡς ἱκανῆς οὔσης καὶ μόνης τὸν
9. θάνατον δηλῶσαι, οὐ μὴν οὕτω γε ὑπόγυον, οὐδὲ ταχὺ γενησόμενον,
10. ὡς ὅταν ἅμα τῇ ῥύσει τῶν τριχῶν.