13. Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν
14. ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ ῥῆξις γένηται,
15. παύονται· ἢν δὲ μὴ, εἰς φθίσιν μεθίστανται.
1. Προσθεὶς τῷ λόγῳ τὸ τῆς ῥήξεως ὄνομα σαφῶς ἐδήλωσεν
2. αὐτὸν ὑπὲρ ἐκείνων διαλεγόμενον, οἷς εἰς ἐμπύημα
3. τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς τρεπομένης, εἶτα ἐκραγείσης,
4. ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος
5. χωρίῳ περιέχεται τὸ πῦον. ἅπασι γὰρ τούτοις ἐὰν μὴ τὸ
6. πλεῖστον ἐν τεσσαράκονθ’ ἡμέραις ἡ κένωσις γένηται, τοῦ
7. πύου διὰ τῶν πτυσμάτων ἐκκαθαρθέντος, ἀναγκαῖόν ἐστι
8. διαβρωθῆναι τὸν πνεύμονα, σηπομένου τῷ χρόνῳ τοῦ πύου.
9. τῇ μὲν οὖν πλευρίτιδι τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον
10. ἔθετο τῆς καθάρσεως, τοῖς δ’ ἐμπύοις τὴν τεσσαρακοστήν.
11. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῆς διαφορᾶς τῶν ἄλλων κρισίμων
12. ἡμερῶν καὶ τῶνδε κατὰ τὴν περὶ τῶν κρισίμων πραγματείαν,
13. ὅθεν ἀναλεξαμένῳ τινὶ τὴν θεωρίαν ἅπασαν ἕτοιμον
14. ἕπεσθαι πᾶσι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις περὶ κρισίμων ἡμερῶν.