13. Τὸ δὲ ψυχρὸν σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα
14. πυρετώδεα.
16. Τὸ ἄμετρον δηλονότι ψυχρὸν ἐργάζεται σπασμοὺς καὶ
17. τετάνους καὶ κατάψυξιν τῶν νεύρων. ὥσπερ γὰρ οὐ χρὴ
18. λύεσθαι τὴν οὐσίαν αὐτῶν ὑπὸ τῆς ἀμέτρου θερμασίας, οὕτως
1. οὐδὲ περαιτέρω τοῦ προσήκοντος ἀποψύχεσθαί τε καὶ
2. συνάγεσθαι καὶ σφίγγεσθαι. καὶ μὲν δὴ καὶ μελασμοὺς ἐργάζεται
3. τῇ ψύξει καὶ ῥίγη πυρετοὺς ἐπικαλούμενα διὰ τὴν
4. δέρματος πυκνότητα καὶ τῶν πόρων στενοχώρησιν. κάλλιον
5. δ’ ἦν εἰρῆσθαι, ῥίγη τά τε σπασμοὺς ἐργαζόμενα καὶ μελασμοὺς
6. καὶ πυρετούς. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ τῆς τῶν
7. συμπτωμάτων αἰτίας ἰδίᾳ.