2. Ὁκόσα κατέψυκται ἐκθερμαίνειν δεῖ, πλὴν ὁκόσα αἱμοῤῥαγέειν
3. μέλλει.
5. Οὐκ ἀνατρέπεται πρὸς τοῦ νῦν εἰρημένου τὸ
6. τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, περὶ οὖ θεωρήματος
7. ἐπὶ πλέον εἴπομεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου
8. πραγματείᾳ, δεικνύντες ὡς ἕτερόν τι θεώρημά ἐστιν ἀναγκαιότερον,
9. ἰᾶσθαι πρότερον κελεῦον ὅσα κατεπείγει μᾶλλον,
10. τουτέστιν ὅσα φέρει τὸν κίνδυνον, ὥσπερ καὶ νῦν ἡ αἱμοῤῥαγία.
11. πρὸς ἐκείνην οὖν πρότερον ἵστασθαι χρὴ, κἄπειθ’
12. οὕτως εἰς τὴν οἰκείαν εὐκρασίαν ἀνακομίζειν τὸ πεπονθός.