2. Ἐπὶ τραύματι σπασμὸς ἐπιγενόμενος θανάσιμον.
4. Ὥσπερ ἐν τῷ πρὸ τούτου λόγῳ θανάσιμον ἔφη τὸν
5. σπασμὸν, ἐν ἴσῳ τῷ κινδυνώδη τε καὶ τελευτῶντα πολλάκις
6. εἰς θάνατον οὕτω καὶ νῦν τὸν ἐπὶ τῷ τραύματι σπασμὸν
7. ὠνόμασε θανάσιμον, οὐκ ἐξ ἀνάγκης τε καὶ διὰ παντὸς ἐπιφέροντα
8. θάνατον, ἀλλ’ ὡς πάνυ πολλάκις. ὡσαύτως δὲ καὶ
9. κατὰ πολλοὺς τῶν ἔμπροσθεν ἀφορισμῶν ἐφαίνετο τῷ θανασίμου
10. ὀνόματι χρώμενος. ἐπὶ γοῦν τοῖς τραύμασιν οἱ
11. σπασμοὶ γίγνονται τῷ λόγῳ τῆς ἑπομένης αὐτοῖς φλεγμονῆς,
12. ὅταν ἅψηται τῶν νευρωδῶν μορίων. καὶ πρῶτά γε φαίνεται
13. σπώμενα τά τε κατ’ εὐθὺ τῶν φλεγμαινόντων, εἶθ’
14. οὕτως ὅταν καὶ τῆς ἀρχῆς αὐτῆς ἅψηται τὸ πάθος, ἐπὶ
15. πᾶν ἐκτείνεσθαι τὸ σῶμα.