2. Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ
3. θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν
4. θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται.
6. Ὅσα σπανίως ὠφελεῖ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐφεξῆς
7. τοῖς προειρημένοις ὁ Ἱπποκράτης διεξέρχεται, καὶ πρῶτόν
8. γε περὶ τοῦ ψυχροῦ φησιν ὡς ἐπὶ τετάνου, δῆλον δ’
9. ὅτι καὶ παντὸς ἄλλου σπασμοῦ κατὰ τὴν μέσην ὥραν θερινὴν,
10. ὅταν εὔσαρκος ὁ κάμνων ᾖ καὶ νέος, ἡ τοῦ ψυχροῦ
11. κατάχυσις ἐπανάκλησιν θέρμης ποιησαμένη θεραπεύσῃ τὸ
12. πάθος. ᾧ καὶ δῆλον ὡς οὐ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἰατικὸν
13. τοῦ νοσήματός ἐστι τὸ ψυχρὸν, ἀλλὰ κατὰ συμβεβηκὸς,
14. ἐπειδὴ τοῖς εὐσάρκοις νέοις ἐπανάκλησιν θέρμης ποιεῖται.
15. ἐπ’ ἄλλης γὰρ οὐκ ὠφελήσει γε ἡλικίας, διότε μηδὲ
16. τὴν ἐπανάκλησιν ἐργάζεται. ὅπου δ’ οὐδὲ ἐπὶ ταύτης ἐν
17. ἄλλῃ τινὶ τῶν ὡρῶν, ὅτι μὴ κατὰ μέσον τοῦ θέρους. ἡ γάρ
18. τοι τοῦ ψυχροῦ πρόπτωσις ἤτοι νικᾷ τὴν ἔμφυτον θερμασίαν
1. ἢ ἀθροίζει. νικᾷ μὲν, ὅταν ἀσθενὴς ὑπάρχῃ, ἀθροίζει
2. δ’, ὅταν ἰσχυρὰ τὴν διαπνοὴν αὐτῆς συνέχουσα καὶ
3. διακωλύουσα. παραιτεῖται δὲ τοὺς ἐφ’ ἕλκεσι σπασμοὺς ὡς
4. οὐκ ἄν ποτε τούτων ὑπὸ τοῦ ψυχροῦ θεραπευθησομένων,
5. οὐδ’ εἰ νέος εἴη ὁ κάμνων καὶ φύσει θερμὸς καὶ κατὰ τὴν
6. θερινὴν ὥραν καὶ χώραν, ἐπειδὴ, καθὰ προείρηκεν αὐτὸς, ἕλκεσι
7. τὸ μὲν ψυχρὸν δακνῶδες ὀδύνην ἀνεκπύητον ποιέει.
8. γενομένων οὖν ἐφ’ ἕλκεσι διὰ τὴν τῶν νευρωδῶν σωμάτων
9. φλεγμονὴν ἐναντιώτατον ἔσται τὸ ψυχρὸν, οὔτε τὸ ἕλκος
10. αὐτὸ παρηγοροῦν οὔτε τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν
11. διαλῦον.