Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 5.22, ed. Kühn, 1827, vol. 17b, p. 807-811. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:5.22


14. Τὸ θερμὸν ἐκπυητικὸν οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον
15. σημεῖον ἐς ἀσφαλείην δέρμα μαλάσσει, ἰσχναίνει,
16. ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν. τὴν
17. δ’ ἐν τῇ κεφαλῇ καρηβαρίην λύει. πλεῖστον δὲ διαφέρει
1. ὀστέων κατάγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλευμένοισι, τουτέων
2. δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι. καὶ
3. ὁκόσα ὑπὸ ψύξεως θνήσκει ἢ ἑλκοῦται καὶ ἕρπησιν ἐσθιομένοισι,
4. ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ θερμὸν
5. φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.

7. Ὥσπερ τὸ ψυχρὸν σπασμῶν καὶ τετάνων ὑπάρχει
8. ποιητικὸν, ὅμως θεραπεύει σπανίως ποτὲ τέτανον, οὕτω
9. καὶ τὸ θερμὸν ἐκπυητικὸν ὂν ὅσον ἐφ’ ἑαυτῷ γίγνεται ποτ’
10. ἀνεκπύητον. ἐπὶ γοῦν τῶν σηπεδονωδῶν ἑλκῶν καὶ ἁπλῶς
11. ἁπάντων τῶν ῥευματικῶν οὐκ ἐκπυΐσκει τὸ θερμὸν, ἀλλὰ
12. καὶ βλάπτει μεγάλως αὐτά. καὶ συμβαίνει ἐς ταὐτὸν ἄμφω
13. τό τε βλάπτον ἕλκη καὶ τὸ μὴ ἐκπυΐσκον, ὥσπερ οὖν καὶ
14. κατὰ τοὐναντίον τό τ’ ὠφελοῦν καὶ τὸ ἐκπυΐσκον. μέγιστον
15. γάρ ἐστι σημεῖον πρὸς ἀσφαλείαν ἕλκει τό τε πῦον καὶ τὸ
16. τούτου ποιητικὸν φάρμακον. οὐδὲν γὰρ δύναται γενέσθαι
17. κακὸν ἐφ’ ἕλκει πῦον γεννῶντι. τὰ γοῦν σπασμὸν ἐπιφέροντα
18. πάντως ἀνεκπύητά ἐστι. ὁμοίως δὲ καὶ τὰ σηπεδονώδη
1. τῶν ἑλκῶν, ὅσα τε τῶν πέριξ χωρίων ἀνάβρωσιν ἔχει
2. καὶ τὰ δυσεπούλωτα δὲ πάντ’ ἐστὶν ἀνεκπύητα καὶ ὅσα τῶν
3. κακοήθων ἑλκῶν ἰδίοις ὀνόμασι κατ’ ἐξοχήν τινα κέκληται
4. καρκινώδη, χειρώνεια, τηλέφια καὶ φαγεδαινικὰ, πάντ’
5. ἐστὶ καὶ ταῦτ’ ἀνεκπύητα. μέγιστον οὖν σημεῖον εἰς ἀσφάλειαν
6. ἕλκει τὸ πῦόν ἐστι καὶ τοῦτό γε τεκμαίρου ἐπὶ τῆς
7. τοῦ θερμοῦ χρήσεως. ἐφ’ ὧν γὰρ οὐχ ἁρμόττει, θεάσῃ
8. ταῦτ’ ἀνεκπύητα μένοντα πρὸς τοῦ θερμοῦ. τὰ δ’ ἐφεξῆς
9. ἔργα τοῦ θερμοῦ φαινόμενα συνεχῶς καταλέγει. καὶ γὰρ
10. μαλάττει τὸ ἐσκληρυμμένον δέρμα καὶ ἰσχναίνει τὸ πεπαχυσμένον,
11. ἀνώδυνόν τ’ ἐστὶ καὶ σπασμῶν καὶ τετάνων παρηγορικὸν,
12. οὐχ ὥσπερ τὸ ψυχρὸν ὀδύνην ἀνεκπύητον ἐργάζεται,
13. τῷ τῆς φύσεως ἡμῶν ἀλλότριον ὑπάρχειν, ἥτις
14. ἐστὶ ἐστὶ τὸ ἔμφυτον θερμὸν, ἥντινα συναύξει ὅταν γε μετρίως
15. ὁμιλῇ, τὸ δ’ ἔξωθεν θερμὸν ἐργάζεται πάνθ’ ὅσα λέλεκται,
16. τὰ μὲν οὖν πέττον τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ βέλτιον,
17. ἔνια δὲ τῷ διαφορεῖν καὶ κενοῦν τὰ λυποῦντα ἐκθεραπεῦον.
18. εἰ δὲ καὶ μὴ τελέως ἐκθεραπεύσειεν, ἀλλὰ τάς γ’ ὀδύνας
1. πραύνει. ἐπὶ δὲ τῶν ἐν τῇ κεφαλῇ διαθέσεων αὐτά τε
2. ταῦτα δρᾷ καὶ τὰς καλουμένας καρηβαρίας, αἵτινές εἰσι
3. βαρύτητες τῆς κεφαλῆς ἰᾶται, συμπέπτον καὶ διαφοροῦν τὰ
4. λυποῦντα. καὶ μὲν δὴ καὶ τοῖς τῶν ὀστῶν κατάγμασιν
5. ὠφελιμώτατόν ἐστι καὶ μᾶλλον τοῖς. ἐψιλωμένοις, ὅπερ ἐστὶ
6. γεγυμνωμένοις τῆς σαρκός. ἔτι δὲ μᾶλλον ὅσα κατὰ τὴν
7. ὕλην γίγνεται· βλαβερώτατον γάρ ἐστι καὶ τούτοις τὸ ψυχρὸν
8. ὡς ἂν μὴ μόνον τοῖς ὀστοῖς, ἀλλὰ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ
9. πολέμιον ὑπάρχειν· καὶ μὲν δὴ καὶ ὅσα μόρια διὰ τὸ
10. κατεψῦχθαι νεκροῦται καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν.
11. οὕτω δὲ καὶ ὅσα διὰ τὴν ψῦξιν ἑλκοῦται, καθάπερ ἐν χειμῶνι
12. πτέρναι καὶ δάκτυλοι καὶ ὅλως τὰ ἄκρα, καὶ τούτων
13. ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ τῶν ἑρπήτων τοῖς ἀναβιβρωσκομένοις
14. καίτοι ὑπὸ χολώδους καὶ θερμοῦ χυμοῦ
15. γιγνομένοις· ἀλλὰ διὰ τὴν ἕλκωσιν ἐναντίον αὐτοῖς τὸ ψυχρὸν,
16. ὡς δακνῶδες ἑλκῶν ὑπάρχον. οὕτω δὴ καὶ ταῖς κατὰ
17. τὴν ἕδραν ἁπάσαις διαθέσεσιν οἰκεῖον μὲν τὸ θερμὸν, ἐναντιώτατον
18. δὲ τὸ ψυχρὸν, ὅτι τε νευρώδης ἡ ἕδρα, πολέμιον
1. δὲ τοῖς νεύροις τὸ ψυχρὸν, καὶ ὅτι κατὰ τὴν κοινωνίαν ἥ τε
2. ψῦξις ἐπαναβαίνει ῥᾳδίως ἐκ τῆς ἕδρας εἰς τὰ κατὰ τὴν
3. κοιλίαν, ἥ τε θερμασία κατὰ τὸν αὐτὸν τρόπον. οὕτω δὲ
4. καὶ ὑστέρᾳ καὶ κύστει τὸ μὲν θερμὸν φίλον καὶ κρῖνον, τὸ
5. δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον. αὐτά τε γάρ ἐστι νευρώδη
6. καὶ μεταδίδωσι τοῖς ὑπερκειμένοις ῥᾳδίως τῆς ψύξεως.
7. ὅτι δὲ ἅπασι τοῖς εἰρημένοις κατὰ τὸν ἀφορισμὸν ἐπιπεφώνηκε
8. κοινῇ τούτοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν
9. πολέμιον καὶ κτεῖνον, εὔδηλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω.

Cliquer un n° de page pour en afficher l’image