2. Τὰ ψυχρὰ οἷον χιὼν καὶ κρύσταλλος τῷ στήθει πολέμια,
3. βηχέων κινητικὰ καὶ αἱμοῤῥαγικὰ καὶ καταῤῥοικά.
5. Μέχρι μὲν τοῦδε τὸν λόγον ὑπὲρ ὕδατος ἐποιήσατο
6. θερμοῦ καὶ ψυχροῦ, νυνὶ δὲ καὶ περὶ χιόνος καὶ κρυστάλλου
7. διῆλθεν, ἐνδεικνύμενος ὡς τὰς βλάβας μείζονας εἰς τοσοῦτον
8. τῶν κατὰ τὸ ψυχρὸν ὕδωρ ἐργάζεσθαι πέφυκεν εἰς ὅσον
9. ἐκείνου ψυχρότερά ἐστι καὶ τοῖς κατὰ θώρακα χωρίοις πολεμιώτατα
10. ὑπάρχει βῆχάς τε κινοῦντα καὶ ῥήξεις ἀγγείων ἐργαζόμενα,
11. πολλάκις αἱμοῤῥαγικὰ γίγνεται· καὶ μέντοι καὶ
12. τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοις ἀδικοῦντα θώρακά τε καὶ
13. πνεύμονα. καὶ γὰρ καὶ τούτους ἐργάζεται χιὼν καὶ κρύσταλλος,
14. καταψύχοντα τὸν ἐγκέφαλον.