17. Τὰ δὲ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα ἄτερ
18. ἕλκεος καὶ ποδαγρικὰ καὶ σπάσματα, τούτων τὰ πλεῖστα
1. τὸ ψυχρὸν πολλὸν καταχεόμενον ῥηίζει τε καὶ ἰσχναίνει
2. καὶ ὀδύνην λύει. νάρκη δὲ μετρίη ὀδύνης λυτική.
4. Ὅτι μὲν τὰ πλεῖστα τῶν τοιούτων ὀνίνησι τὸ ψυχρὸν
5. ἐδήλωσε. τίνα δέ ποτ’ ἔστι ταῦτα παρέλιπεν εἰπεῖν, ὡς ἐξ
6. ὧν προείρηκεν οὐ χαλεπὸν ἐξευρεῖν. ὁκόσαι γὰρ, φησὶ, φλεγμοναὶ
7. ἢ ἐπιφλογίσματα εἰς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα
8. νεαρῷ αἵματι, ταῦθ’ ὑπὸ τοῦ ψυχροῦ θεραπεύεσθαι
9. τὴν ἐπιῤῥοὴν ἀναστέλλοντος δηλονότι καὶ ταύτῃ
10. κενοῦντος τὰ σώματα. διὸ καὶ τὴν ὀδύνην ἐν τοῖς τοιούτοις
11. λύει καὶ τὴν αἰτίαν αὐτῆς ἐκκόπτει. καὶ ἡ ψῦξις δὲ
12. τῶν μορίων ἐπὶ πλέον νάρκην φέρει μετρίαν, ἥτις καὶ
13. αὐτὴ λύει τὴν ὀδύνην, ἀμβλύνουσα τὴν αἴσθησιν.