16. Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον
17. κουφότατον.
1. Οὐ τῷ σταθμῷ κουφότατον εἶναι τὸ τοιοῦτον λεκτέον.
2. οὐδὲ γὰρ ἂν οὕτω μέγα διδάσκοι πρὸς τῷ καὶ διὰ περιόδου
3. τινὸς ἐξευρίσκειν ὃ ῥᾳδίως ἦν ἐξ ἀρχῆς ἐξευρεῖν. εἴπερ δὲ
4. βούλεται τὸ τῷ σταθμῷ κουφότατον ὕδωρ διαγνῶναι, πρόχειρον
5. ἐπὶ τὸ τῶν ἱσταμένων ἴδιον ἄγειν κριτήριον διὰ ζυγοῦ
6. καὶ σταθμοῦ ποιουμένῳ αὐτῶν τὴν ἐξέτασιν. ἀλλὰ
7. κουφότερον εἶπε νῦν τὸ μὴ βαρῦνον τὴν γαστέρα καὶ διεξερχόμενον
8. ταχέως, ὥσπερ καὶ βαρὺ λέγομεν τὸ ἐναντίον
9. αὐτῷ τὸ μὴ διεξερχόμενον ταχέως. εὔδηλον δὲ ὡς οὐ μόνον
10. τοῦτο κριτήριον ὕδατός ἐστιν ἀρετῆς. ἀλλ’ ὡς τῶν μὲν
11. ἄλλων εὐπορωτάτων ὑπαρχόντων καὶ πᾶσι γινωσκομένων,
12. τούτου δ’ ἔχοντός τι τεχνικὸν, οὕτως ἐπὶ τὴν
13. γραφὴν αὐτοῦ ἥκειν τὸν Ἱπποκράτην. τίνα δὲ τἄλλα ἐστί;
14. πρῶτον μὲν εἰ μὴ θολερὸν, μήτ’ ἰλυῶδες· εἶθ’ ἑξῆς εἰ μή
15. τι κατὰ τὴν ὀσμὴν, μήτε κατὰ τὴν γεῦσιν ἐμφαίνει τινὸς
16. ἀλλοκότου ποιότητος. εἶθ’ οὕτως ὃ νῦν εἶπεν Ἱπποκράτης,
17. εἰ θερμαίνεται καὶ ψύχεται ταχέως· δῆλον γὰρ ὡς εὐαλλοίωτόν
18. ἐστι τὸ τοιοῦτον, ἀρετὴ δ’ ὥσπερ σίτου τὸ εὐαλλοίωτον,
1. οὕτω καὶ τοῦ ὕδατος. εἴ γε δὴ ῥᾷστα μεταβάλλεσθαι βουλόμεθα
2. πᾶν τὸ μέλλον πεφθήσεσθαι καλῶς ὑπὸ τῶν πεπτικῶν
3. ὀργάνων. ὅσοι δὲ τῇ τῶν πινόντων διαθέσει μὴ
4. κρίνουσι τὸ ἄριστον ὕδωρ, ἀσφαλεστάτῳ μὲν χρῶνται τεκμηρίῳ·
5. μόνον δ’ εἴπερ αὐτὸ παραλαμβάνουσιν οὐκ ὀρθῶς
6. ποιοῦσι. χρὴ γὰρ αὐτὸ πρότερον προκεκρίσθαι τοῖς εἰρημένοις
7. σημείοις, πρὶν ὅλως τις ἐπὶ τὴν τοιαύτην ἀφίκηται
8. πεῖραν.