11. Ὁκόσοισι δὲ πίνειν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδεσιν,
12. ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν.
14. Οὔτ’ εἰ δοτέον ἐστὶ τὸ ποτὸν ἐπὶ τῶν ἐν νυκτὶ πάνυ
15. διψησάντων ἐδήλωσεν, ἀλλὰ μόνον ὅ τι συμφέρει τούτοις ἐπικοιμηθῆναι.
16. πεφθήσεται γὰρ δηλονότι καὶ ὑποκαταβήσεται
17. κατὰ τὸν ὕπνον, ὅ τί περ ἂν ᾖ τὸ τῆς δίψης αἴτιον. οὐ
18. μὴν οὐδ’ ἄδηλόν ἐστιν, ὡς τοῖς πάνυ διψῶσι δοτέον ἐστὶ
1. τὸ ποτὸν, εἴτ’ ἐξ οἴνου πόσεως ἀκρατεστέρου τοῦτ’ αὐτοῖς
2. εἴη γεγενημένον εἴτ’ ἐξ ἐνδείας ποτοῦ. τό τε γὰρ τὴν ἔνδειαν
3. ἰᾶσθαι προσφορᾷ τό τε τὴν ἐξ οἴνου θερμασίαν
4. ὕδατι σβεννύναι τῶν ὑγιεινῶν ἐστι θεωρημάτων. εἰ μέντοι
5. μετρίως εἶεν διψώδεις, οὐ πάντως ἐστὶ δοτέον αὐτοῖς τὸ
6. ποτὸν, ἀλλ’ ἐπισκεπτέον εἴτ’ ἐνδείᾳ πάσχουσιν ὑγρότητος
7. τὸ τοιοῦτον εἶτε δι’ οἴνου πλείονα πόσιν, ἐγχωρεῖ γὰρ τούτους
8. κοιμηθέντας ὠφεληθῆναι.