11. Γυναικείων ἀγωγὸν ἡ ἐν ἀρώμασι πυρίη. πολλαχοῦ δὲ καὶ
12. εἰς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίει.
14. Γυναικείων εἴρηκε τῶν ἐκκενουμένων δηλονότι
15. διὰ μήτρας ταῖς γυναιξὶ κατά τε τάς ἐμμήνους καθάρσεις
16. καὶ μετὰ τοὺς τόκους. εὔδηλον δ’ ὡς κἀνταῦθα τὰς μὲν
17. ἤτοι διὰ φλεγμονὴν τῆς μήτρας ἢ διαστροφὴν ἤ τι τοιοῦτον
18. μὴ καθαιρομένας καλῶς ἰασόμεθα τὸ πάθος ἐκθεραπεύοντες,
1. οὗ σύμπτωμά ἐστὶν ἡ τῶν γυναικείων ἐπίσχεσις,
2. τὰς δ’ ἄνευ τοῦ τοιούτου παθήματος ἐνδεῶς καθαιρομένας
3. ταῖς νῦν ὑπ’ αὐτοῦ διδασκομέναις πυρίαις ἰᾶται. ἐπὶ τούτων
4. γὰρ ἤτοι πάχος αἵματος αἴτιόν ἐστι τῆς ἐπισχέσεως ἢ
5. ἔμφραξις τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ἢ μύσις
6. τῶν αὐτῶν τούτων ἢ πύκνωσις ὅλης τῆς οὐσίας αὐτῆς. ὅ τι
7. δ’ ἂν ᾖ τῶν εἰρημένων ἡ διὰ τῶν ἀρωμάτων πυρία θεραπεύει
8. τὴν διάθεσιν, ἀναστομοῦν μὲν δυναμένη τὰ μεμυκότα
9. πέρατα τῶν ἀγγείων, λεπτύνειν δὲ τὸ πάχος τῶν χυμῶν,
10. τὰς δ’ ἐμφράξεις τῷ τέμνειν ἐκφράττουσα. πολλαχοῦ δὲ
11. καὶ εἰς ἄλλα, φησὶν, ἦν ἂν χρήσιμος, εἰ μὴ καρηβαρίας
12. ἐνεποίει. τὸ γὰρ ὅλον σῶμα πυριᾶσθαι διὰ τῆς μήτρας
13. ἠδύνατο συνεχῶς ἐν ἁπάσαις ταῖς ψυχραῖς καὶ ὑγραῖς διαθέσεσιν,
14. εἰ μὴ τὴν ἀπὸ πυρίας ἐφοβούμεθα κεφαλαλγίαν καὶ
15. μάλιστα ἐν τοῖς πυρετοῖς. ὅτι γὰρ κεφαλαλγῆ σχεδὸν ἅπαντά
16. ἐστι τὰ ἀρώματα δηλοῖ μὲν ἡ πεῖρα, διδάσκει δὲ καὶ
17. ὁ λόγος. ὅσα γὰρ ἱκανῶς θερμαίνει κεφαλαλγῆ πάντ’ ἐστὶν,
1. ὡς ἂν ἄνω φύσει φερομένου τοῦ θερμοῦ. θερμὴ δὲ ἱκανῶς
2. ἐστιν ἁπάντων τῶν ἀρωμάτων ἡ φύσις καὶ μάλιστα
3. κασσίας καὶ κόστου καὶ κινναμώμου καὶ ἀμώμου.