6. Τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ τετράμηνα καὶ ἄχρι ἑπτὰ
7. μηνῶν ἧσσον. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι
8. χρή.
10. Οὗτος ὁ ἀφορισμὸς εἴρηται καὶ πρόσθεν ἐν τοῖς περὶ
11. φαρμάκων λόγοις· ἀλλὰ καὶ νῦν ἐν τοῖς περὶ τῶν γυναικείων
12. κατά γε τὰ πλεῖστα τῶν ἀντιγράφων εὑρίσκεται. τινὲς
13. δ’ ἐξαίρουσιν αὐτὸν ὅπως μηδεὶς ᾖ γεγραμμένος, ἐξηγήσεως
14. δὲ οὐ δεῖται νεωτέρας ἡμῖν τοῖς ἔμπροσθεν
15. εἰρημένοις.